ἣ μέγα εἶδος ἀρίστη ἐν ἀθανάτῃσι θεῇσι.κυδίστην δʼ ἄρα μιν τέκετο Κρόνος ἀγκυλομήτηςμήτηρ τε Ῥείη· Ζεὺς δʼ ἄφθιτα μήδεα εἰδὼςαἰδοίην ἄλοχον ποιήσατο κέδνʼ εἰδυῖαν.τῇ δὲ καὶ αὐτῇ Ζεὺς γλυκὺν ἵμερον ἔμβαλε θυμῷἀνδρὶ καταθνητῷ μιχθήμεναι, ὄφρα τάχισταμηδʼ αὐτὴ βροτέης εὐνῆς ἀποεργμένη εἴη,καί ποτʼ ἐπευξαμένη εἴπῃ μετὰ πᾶσι θεοῖσινἡδὺ γελοιήσασα, φιλομμειδὴς Ἀφροδίτη,ὥς ῥα θεοὺς συνέμιξε καταθνητῇσι γυναιξί,καί τε καταθνητοὺς υἱεῖς τέκον ἀθανάτοισιν,ὥς τε θεὰς ἀνέμιξε καταθνητοῖς ἀνθρώποις.Ἀγχίσεω δʼ ἄρα οἱ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ,ὃς τότʼ ἐν ἀκροπόλοις ὄρεσιν πολυπιδάκου Ἴδηςβουκολέεσκεν βοῦς δέμας ἀθανάτοισιν ἐοικώς.τὸν δὴ ἔπειτα ἰδοῦσα φιλομμειδὴς Ἀφροδίτηἠράσατʼ, ἔκπαγλος δὲ κατὰ φρένας ἵμερος εἷλεν.ἐς Κύπρον δʼ ἐλθοῦσα θυώδεα νηὸν ἔδυνεν,ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυώδης.ἐνθʼ ἥ γʼ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς·ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν.ἑσσαμένη δʼ εὖ πάντα περὶ χροῒ εἵματα καλὰχρυσῷ κοσμηθεῖσα φιλομμειδὴς Ἀφροδίτησεύατʼ ἐπὶ Τροίης προλιποῦσʼ εὐώδεα Κύπρον,ὕψι μετὰ νέφεσιν ῥίμφα πρήσσουσα κέλευθον.Ἴδην δʼ ἵκανεν πολυπίδακα, μητέρα θηρῶν,βῆ δʼ ἰθὺς σταθμοῖο διʼ οὔρεος· οἳ δὲ μετʼ αὐτὴνσαίνοντες πολιοί τε λύκοι χαροποί τε λέοντες,ἄρκτοι παρδάλιές τε θοαὶ προκάδων ἀκόρητοιἤισαν· ἣ δʼ ὁρόωσα μετὰ φρεσὶ τέρπετο θυμὸνκαὶ τοῖς ἐν στήθεσσι βάλʼ ἵμερον· οἳ δʼ ἅμα πάντεςσύνδυο κοιμήσαντο κατὰ σκιόεντας ἐναύλους·αὐτὴ δʼ ἐς κλισίας εὐποιήτους ἀφίκανε·τὸν δʼ εὗρε σταθμοῖσι λελειμμένον οἶον ἀπʼ ἄλλωνἈγχίσην ἥρωα, θεῶν ἄπο κάλλος ἔχοντα.οἳ δʼ ἅμα βουσὶν ἕποντο νομοὺς κατὰ ποιήενταςπάντες· ὃ δὲ σταθμοῖσι λελειμμένος οἶος ἀπʼ ἄλλωνπωλεῖτʼ ἔνθα καὶ ἔνθα διαπρύσιον κιθαρίζων.