μοῦσά μοι ἐννέπε ἔργα πολυχρύσου Ἀφροδίτης,Κύπριδος, ἥτε θεοῖσιν ἐπὶ γλυκὺν ἵμερον ὦρσεκαί τʼ ἐδαμάσσατο φῦλα καταθνητῶν ἀνθρώπωνοἰωνούς τε διιπετέας καὶ θηρία πάντα,ἠμὲν ὅσʼ ἤπειρος πολλὰ τρέφει ἠδʼ ὅσα πόντος·πᾶσιν δʼ ἔργα μέμηλεν ἐυστεφάνου Κυθερείης.τρισσὰς δʼ οὐ δύναται πεπιθεῖν φρένας οὐδʼ ἀπατῆσαι·κούρην τʼ αἰγιόχοιο Διός, γλαυκῶπιν Ἀθήνην·οὐ γάρ οἱ εὔαδεν ἔργα πολυχρύσου Ἀφροδίτης,ἀλλʼ ἄρα οἱ πόλεμοί τε ἅδον καὶ ἔργον Ἄρηοςὑσμῖναί τε μάχαι τε καὶ ἀγλαὰ ἔργʼ ἀλεγύνειν.πρώτη τέκτονας ἄνδρας ἐπιχθονίους ἐδίδαξεποιῆσαι σατίνας τε καὶ ἅρματα ποικίλα χαλκῷ.ἣ δέ τε παρθενικὰς ἁπαλόχροας ἐν μεγάροισινἀγλαὰ ἔργʼ ἐδίδαξεν ἐπὶ φρεσὶ θεῖσα ἑκάστῃ.οὐδέ ποτʼ Ἀρτέμιδα χρυσηλάκατον, κελαδεινὴνδάμναται ἐν φιλότητι φιλομμειδὴς Ἀφροδίτη.καὶ γὰρ τῇ ἅδε τόξα καὶ οὔρεσι θῆρας ἐναίρειν,φόρμιγγές τε χοροί τε διαπρύσιοί τʼ ὀλολυγαὶἄλσεά τε σκιόεντα δικαίων τε πτόλις ἀνδρῶν.οὐδὲ μὲν αἰδοίῃ κούρῃ ἅδε ἔργʼ Ἀφροδίτης,Ἱστίῃ, ἣν πρώτην τέκετο Κρόνος ἀγκυλομήτης,αὖτις δʼ ὁπλοτάτην, βουλῇ Διὸς αἰγιόχοιο,πότνιαν, ἣν ἐμνῶντο Ποσειδάων καὶ Ἀπόλλων·ἣ δὲ μαλʼ οὐκ ἔθελεν, ἀλλὰ στερεῶς ἀπέειπεν·ὤμοσε δὲ μέγαν ὅρκον, ὃ δὴ τετελεσμένος ἐστίν,ἁψαμένη κεφαλῆς πατρὸς Διὸς αἰγιόχοιο,παρθένος ἔσσεσθαι πάντʼ ἤματα, δῖα θεάων.τῇ δὲ πατὴρ Ζεὺς δῶκε καλὸν γέρας ἀντὶ γάμοιοκαί τε μέσῳ οἴκῳ κατʼ ἄρʼ ἕζετο πῖαρ ἑλοῦσα.πᾶσιν δʼ ἐν νηοῖσι θεῶν τιμάοχός ἐστικαὶ παρὰ πᾶσι βροτοῖσι θεῶν πρέσβειρα τέτυκται.τάων οὐ δύναται πεπιθεῖν φρένας οὐδʼ ἀπατῆσαι·τῶν δʼ ἄλλων οὔ πέρ τι πεφυγμένον ἔστʼ Ἀφροδίτηνοὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων.καί τε παρὲκ Ζηνὸς νόον ἤγαγε τερπικεραύνου,ὅστε μέγιστός τʼ ἐστὶ μεγίστης τʼ ἔμμορε τιμῆς.καί τε τοῦ, εὖτʼ ἐθέλοι, πυκινὰς φρένας ἐξαπαφοῦσαῥηιδίως συνέμιξε καταθνητῇσι γυναιξίν,Ἥρης ἐκλελαθοῦσα, κασιγνήτης ἀλόχου τε,