ἔνθεν μʼ ἥρπαξε χρυσόρραπις Ἀργειφόντης·πολλὰ δʼ ἔπʼ ἤγαγεν ἔργα καταθνητῶν ἀνθρώπων,πολλὴν δʼ ἄκληρόν τε καὶ ἄκτιτον, ἣν διὰ θῆρεςὠμοφάγοι φοιτῶσι κατὰ σκιόεντας ἐναύλους·οὐδὲ ποσὶ ψαύσειν ἐδόκουν φυσιζόου αἴης·Ἀγχίσεω δέ με φάσκε παραὶ λέχεσιν καλέεσθαικουριδίην ἄλοχον, σοὶ δʼ ἀγλαὰ τέκνα τεκεῖσθαι.αὐτὰρ ἐπεὶ δὴ δεῖξε καὶ ἔφρασεν, ἦ τοι ὅ γʼ αὖτιςἀθανάτων μετὰ φῦλʼ ἀπέβη κρατὺς Ἀργειφόντης·αὐτὰρ ἐγώ σʼ ἱκόμην, κρατερὴ δέ μοι ἔπλετʼ ἀνάγκη.ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι ἠδὲ τοκήωνἐσθλῶν· οὐ μὲν γάρ κε κακοὶ τοιόνδε τέκοιεν·ἀδμήτην μʼ ἀγαγὼν καὶ ἀπειρήτην φιλότητοςπατρί τε σῷ δεῖξον καὶ μητέρι κέδνʼ εἰδυίῃσοῖς τε κασιγνήτοις, οἵ τοι ὁμόθεν γεγάασιν.οὔ σφιν ἀεικελίη νυὸς ἔσσομαι, ἀλλʼ εἰκυῖα.πέμψαι δʼ ἄγγελον ὦκα μετὰ Φρύγας αἰολοπώλουςεἰπεῖν πατρί τʼ ἐμῷ καὶ μητέρι κηδομένῃ περ·οἳ δέ κέ τοι χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντὴνπέμψουσιν· σὺ δὲ πολλὰ καὶ ἀγλαὰ δέχθαι ἄποινα.ταῦτα δὲ ποιήσας δαίνυ γάμον ἱμερόεντα,τίμιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν.ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ.Ἀγχίσην δʼ ἔρος εἷλεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·εἰ μὲν θνητή τʼ ἐσσί, γυνὴ δέ σε γείνατο μήτηρ,Ὀτρεὺς δʼ ἐστὶ πατὴρ ὀνομακλυτός, ὡς ἀγορεύεις,ἀθανάτου δὲ ἕκητι διακτόρου ἐνθάδʼ ἱκάνειςἙρμέω, ἐμὴ δʼ ἄλοχος κεκλήσεαι ἤματα πάντα·οὔ τις ἔπειτα θεῶν οὔτε θνητῶν ἀνθρώπωνἐνθάδε με σχήσει, πρὶν σῇ φιλότητι μιγῆναιαὐτίκα νῦν· οὐδʼ εἴ κεν ἑκηβόλος αὐτὸς Ἀπόλλωντόξου ἀπʼ ἀργυρέου προΐῃ βέλεα στονόεντα.βουλοίμην κεν ἔπειτα, γύναι ἐικυῖα θεῇσι,σῆς εὐνῆς ἐπιβὰς δῦναι δόμον Ἄιδος εἴσω.ὣς εἰπὼν λάβε χεῖρα· φιλομμειδὴς δʼ Ἀφροδίτηἕρπε μεταστρεφθεῖσα κατʼ ὄμματα καλὰ βαλοῦσαἐς λέχος εὔστρωτον, ὅθι περ πάρος ἔσκεν ἄνακτιχλαίνῃσιν μαλακῇς ἐστρωμένον· αὐτὰρ ὕπερθενἄρκτων δέρματʼ ἔκειτο βαρυφθόγγων τε λεόντων,τοὺς αὐτὸς κατέπεφνεν ἐν οὔρεσιν ὑψηλοῖσιν.