αἰεὶ ἀφʼ ὑμετέρης γενεῆς εἶδός τε φυήν τε.ἦ τοι μὲν ξανθὸν Γανυμήδεα μητιέτα Ζεὺςἥρπασε ὃν διὰ κάλλος, ἵνʼ ἀθανάτοισι μετείηκαί τε Διὸς κατὰ δῶμα θεοῖς ἐπιοινοχοεύοι,θαῦμα ἰδεῖν, πάντεσσι τετιμένος ἀθανάτοισι,χρυσέου ἐκ κρητῆρος ἀφύσσων νέκταρ ἐρυθρόν.Τρῶα δὲ πένθος ἄλαστον ἔχε φρένας, οὐδέ τι ᾔδει,ὅππη οἱ φίλον υἱὸν ἀνήρπασε θέσπις ἄελλα·τὸν δὴ ἔπειτα γόασκε διαμπερὲς ἤματα πάντακαί μιν Ζεὺς ἐλέησε, δίδου δέ οἱ υἷος ἄποινα,ἵππους ἀρσίποδας, τοί τʼ ἀθανάτους φορέουσι.τούς οἱ δῶρον ἔδωκεν ἔχειν· εἶπεν δὲ ἕκασταΖηνὸς ἐφημοσύνῃσι διάκτορος Ἀργειφόντης,ὡς ἔοι ἀθάνατος καὶ ἀγήρως ἶσα θεοῖσιν.αὐτὰρ ἐπειδὴ Ζηνὸς ὅ γʼ ἔκλυεν ἀγγελιάων,οὐκέτʼ ἔπειτα γόασκε, γεγήθει δὲ φρένας ἔνδον,γηθόσυνος δʼ ἵπποισιν ἀελλοπόδεσσιν ὀχεῖτο.ὣς δʼ αὖ Τιθωνὸν χρυσόθρονος ἥρπασεν Ἠώς,ὑμετέρης γενεῆς, ἐπιείκελον ἀθανάτοισι.Βῆ δʼ ἴμεν αἰτήσουσα κελαινεφέα Κρονίωνα,ἀθάνατόν τʼ εἶναι καὶ ζώειν ἤματα πάντα·τῇ δὲ Ζεὺς ἐπένευσε καὶ ἐκρήηνεν ἐέλδωρ.νηπίη, οὐδʼ ἐνόησε μετὰ φρεσὶ πότνια Ἠὼςἥβην αἰτῆσαι ξῦσαί τʼ ἄπο γῆρας ὀλοιόν.τὸν δʼ ἦ τοι εἵως μὲν ἔχεν πολυήρατος ἥβη,Ἠοῖ τερπόμενος χρυσοθρόνῳ, ἠριγενείῃναῖε παρʼ Ὠκεανοῖο ῥοῇς ἐπὶ πείρασι γαίης·αὐτὰρ ἐπεὶ πρῶται πολιαὶ κατέχυντο ἔθειραικαλῆς ἐκ κεφαλῆς εὐηγενέος τε γενείου,τοῦ δʼ ἦ τοι εὐνῆς μὲν ἀπείχετο πότνια Ἠώς,αὐτὸν δʼ αὖτʼ ἀτίταλλεν ἐνὶ μεγάροισιν ἔχουσα,σίτῳ τʼ ἀμβροσίῃ τε καὶ εἵματα καλὰ διδοῦσα.ἀλλʼ ὅτε δὴ πάμπαν στυγερὸν κατὰ γῆρας ἔπειγεν,οὐδέ τι κινῆσαι μελέων δύνατʼ οὐδʼ ἀναεῖραι,ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή·ἐν θαλάμῳ κατέθηκε, θύρας δʼ ἐπέθηκε φαεινάς.τοῦ δʼ ἦ τοι φωνὴ ῥέει ἄσπετος, οὐδέ τι κῖκυςἔσθʼ, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν.οὐκ ἂν ἐγώ γε σὲ τοῖον ἐν ἀθανάτοισιν ἑλοίμηνἀθάνατόν τʼ εἶναι καὶ ζώειν ἤματα πάντα.