ἀλλʼ εἰ μὲν τοιοῦτος ἐὼν εἶδός τε δέμας τεζώοις ἡμέτερός τε πόσις κεκλημένος εἴης,οὐκ ἂν ἔπειτά μʼ ἄχος πυκινὰς φρένας ἀμφικαλύπτοι.νῦν δέ σε μὲν τάχα γῆρας ὁμοίιον ἀμφικαλύψεινηλειές, τό τʼ ἔπειτα παρίσταται ἀνθρώποισιν,οὐλόμενον, καματηρόν, ὅτε στυγέουσι θεοί περ.αὐτὰρ ἐμοὶ μέγʼ ὄνειδος ἐν ἀθανάτοισι θεοῖσινἔσσεται ἤματα πάντα διαμπερὲς εἵνεκα σεῖο,οἳ πρὶν ἐμοὺς ὀάρους καὶ μήτιας, αἷς ποτε πάνταςἀθανάτους συνέμιξα καταθνητῇσι γυναιξί,τάρβεσκον· πάντας γὰρ ἐμὸν δάμνασκε νόημα.νῦν δὲ δὴ οὐκέτι μοι στόμα χείσεται ἐξονομῆναιτοῦτο μετʼ ἀθανάτοισιν, ἐπεὶ μάλα πολλὸν ἀάσθην,σχέτλιον, οὐκ ὀνοταστόν, ἀπεπλάγχθην δὲ νόοιο,παῖδα δʼ ὑπὸ ζώνῃ ἐθέμην βροτῷ εὐνηθεῖσα.τὸν μέν, ἐπὴν δὴ πρῶτον ἴδῃ φάος ἠελίοιο,Νύμφαι μιν θρέψουσιν ὀρεσκῷοι βαθύκολποι,αἳ τόδε ναιετάουσιν ὄρος μέγα τε ζάθεόν τε·αἵ ῥʼ οὔτε θνητοῖς οὔτʼ ἀθανάτοισιν ἕπονται.δηρὸν μὲν ζώουσι καὶ ἄμβροτον εἶδαρ ἔδουσικαί τε μετʼ ἀθανάτοισι καλὸν χορὸν ἐρρώσαντο.τῇσι δὲ Σειληνοὶ καὶ ἐύσκοπος Ἀργειφόντηςμίσγοντʼ ἐν φιλότητι μυχῷ σπείων ἐροέντων.τῇσι δʼ ἅμʼ ἢ ἐλάται ἠὲ δρύες ὑψικάρηνοιγεινομένῃσιν ἔφυσαν ἐπὶ χθονὶ βωτιανείρῃ,καλαί, τηλεθάουσαι, ἐν οὔρεσιν ὑψηλοῖσιν.ἑστᾶσʼ ἠλίβατοι, τεμένη δέ ἑ κικλήσκουσινἀθανάτων· τὰς δʼ οὔ τι βροτοὶ κείρουσι σιδήρῳ·ἀλλʼ ὅτε κεν δὴ μοῖρα παρεστήκῃ θανάτοιο,ἀζάνεται μὲν πρῶτον ἐπὶ χθονὶ δένδρεα καλά,φλοιὸς δʼ ἀμφιπεριφθινύθει, πίπτουσι δʼ ἄπʼ ὄζοι,τῶν δέ θʼ ὁμοῦ ψυχὴ λείπει φάος ἠελίοιο.αἳ μὲν ἐμὸν θρέψουσι παρὰ σφίσιν υἱὸν ἔχουσαι.τὸν μὲν ἐπὴν δὴ πρῶτον ἕλῃ πολυήρατος ἥβη,ἄξουσίν σοι δεῦρο θεαὶ δείξουσί τε παῖδα.σοὶ δʼ ἐγώ, ὄφρα κε ταῦτα μετὰ φρεσὶ πάντα διέλθω,ἐς πέμπτον ἔτος αὖτις ἐλεύσομαι υἱὸν ἄγουσα.τὸν μὲν ἐπὴν δὴ πρῶτον ἴδῃς θάλος ὀφθαλμοῖσι,γηθήσεις ὁρόων· μάλα γὰρ θεοείκελος ἔσται·ἄξεις δʼ αὐτίκα νιν ποτὶ Ἴλιον ἠνεμόεσσαν.