οἳ δʼ ἐπεὶ οὖν λεχέων εὐποιήτων ἐπέβησαν,κόσμον μέν οἱ πρῶτον ἀπὸ χροὸς εἷλε φαεινόν,πόρπας τε γναμπτάς θʼ ἕλικας κάλυκάς τε καὶ ὅρμους.λῦσε δέ οἱ ζώνην ἰδὲ εἵματα σιγαλόενταἔκδυε καὶ κατέθηκεν ἐπὶ θρόνου ἀργυροήλουἈγχίσης· ὃ δʼ ἔπειτα θεῶν ἰότητι καὶ αἴσῃἀθανάτῃ παρέλεκτο θεᾷ βροτός, οὐ σάφα εἰδώς.ἦμος δʼ ἂψ εἰς αὖλιν ἀποκλίνουσι νομῆεςβοῦς τε καὶ ἴφια μῆλα νομῶν ἐξ ἀνθεμοέντων·τῆμος ἄρʼ Ἀγχίσῃ μὲν ἐπὶ γλυκὺν ὕπνον ἔχευενήδυμον, αὐτὴ δὲ χροῒ ἕννυτο εἵματα καλά.ἑσσαμένη δʼ εὖ πάντα περὶ χροῒ δῖα θεάωνἔστη πὰρ κλισίῃ, κεὐποιήτοιο μελάθρουκῦρε κάρη· κάλλος δὲ παρειάων ἀπέλαμπενἄμβροτον, οἷόν τʼ ἐστὶν ἐυστεφάνου Κυθερείης,ἐξ ὕπνου τʼ ἀνέγειρεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·ὄρσεο, Δαρδανίδη· τί νυ νήγρετον ὕπνον ἰαύεις;καὶ φράσαι, εἴ τοι ὁμοίη ἐγὼν ἰνδάλλομαι εἶναι,οἵην δή με τὸ πρῶτον ἐν ὀφθαλμοῖσι νόησας;ὣς φάθʼ· ὃ δʼ ἐξ ὕπνοιο μάλʼ ἐμμαπέως ὑπάκουσεν.ὡς δὲ ἴδεν δειρήν τε καὶ ὄμματα κάλʼ Ἀφροδίτης,τάρβησέν τε καὶ ὄσσε παρακλιδὸν ἔτραπεν ἄλλῃ·ἂψ δʼ αὖτις χλαίνῃ τε καλύψατο καλὰ πρόσωπακαί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·αὐτίκα σʼ ὡς τὰ πρῶτα, θεά, ἴδον ὀφθαλμοῖσιν,ἔγνων ὡς θεὸς ἦσθα· σὺ δʼ οὐ νημερτὲς ἔειπες.ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι αἰγιόχοιο,μή με ζῶντʼ ἀμενηνὸν ἐν ἀνθρώποισιν ἐάσῃςναίειν, ἀλλʼ ἐλέαιρʼ· ἐπεὶ οὐ βιοθάλμιος ἀνὴργίγνεται, ὅς τε θεαῖς εὐνάζεται ἀθανάτῃσι.τὸν δʼ ἠμείβετʼ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη·Ἀγχίση, κύδιστε καταθνητῶν ἀνθρώπων,θάρσει, μηδέ τι σῇσι μετὰ φρεσὶ δείδιθι λίην·οὐ γάρ τοί τι δέος παθέειν κακὸν ἐξ ἐμέθεν γε,οὐδʼ ἄλλων μακάρων· ἐπεὶ ἦ φίλος ἐσσὶ θεοῖσι.σοὶ δʼ ἔσται φίλος υἱός, ὃς ἐν Τρώεσσιν ἀνάξεικαὶ παῖδες παίδεσσι διαμπερὲς ἐκγεγάοντες·τῷ δὲ καὶ Αἰνείας ὄνομʼ ἔσσεται, οὕνεκά μʼ αἰνὸνἔσχεν ἄχος, ἕνεκα βροτοῦ ἀνέρος ἔμπεσον εὐνῇ·ἀγχίθεοι δὲ μάλιστα καταθνητῶν ἀνθρώπων