συμμίσγων μυρίκας καὶ μυρσινοειδέας ὄζους.τῶν τότε συνδήσας νεοθηλέος ἄγκαλον ὕληςἀβλαβέως ὑπὸ ποσσὶν ἐδήσατο σάνδαλα κοῦφααὐτοῖσιν πετάλοισι τὰ κύδιμος Ἀργειφόντηςἔσπασε Πιερίηθεν ὁδοιπορίην ἀλεγύνων,οἷά τʼ ἐπειγόμενος δολιχὴν ὁδόν, αὐτοτροπήσας.†τὸν δὲ γέρων ἐνόησε δέμων ἀνθοῦσαν ἀλωὴνἱέμενον πεδίονδε διʼ Ὀγχηστὸν λεχεποίηντὸν πρότερος προσέφη Μαίης ἐρικυδέος υἱός·ὦ γέρον, ὅστε φυτὰ σκάπτεις ἐπικαμπύλος ὤμους,ἦ πολυοινήσεις, εὖτʼ ἂν τάδε πάντα φέρῃσι,[εἴ κε πίθῃ, μάλα περ μεμνημένος ἐν φρεσὶ σῇσι]καί τε ἰδὼν μὴ ἰδὼν εἶναι καὶ κωφὸς ἀκούσας,καὶ σιγᾶν ὅτε μή τι καταβλάπτῃ τὸ σὸν αὐτοῦ.τόσσον φὰς συνέσευε βοῶν ἴφθιμα κάρηνα.πολλὰ δʼ ὄρη σκιόεντα καὶ αὐλῶνας κελαδεινοὺςκαὶ πεδίʼ ἀνθεμόεντα διήλασε κύδιμος Ἑρμῆς.ὀρφναίη δʼ ἐπίκουρος ἐπαύετο δαιμονίη νύξ,ἡ πλείων, τάχα δʼ ὄρθρος ἐγίγνετο δημιοεργός·ἣ δὲ νέον σκοπιὴν προσεβήσατο δῖα Σελήνη,Πάλλαντος θυγάτηρ Μεγαμηδείδαο ἄνακτος.τῆμος ἐπʼ Ἀλφειὸν ποταμὸν Διὸς ἄλκιμος υἱὸςΦοίβου Ἀπόλλωνος βοῦς ἤλασεν εὐρυμετώπους.ἀκμῆτες δʼ ἵκανον ἐπʼ αὔλιον ὑψιμέλαθρονκαὶ ληνοὺς προπάροιθεν ἀριπρεπέος λειμῶνος.ἔνθʼ ἐπεὶ εὖ βοτάνης ἐπεφόρβει βοῦς ἐριμύκουςκαὶ τὰς μὲν συνέλασσεν ἐς αὔλιον ἀθρόας οὔσας,λωτὸν ἐρεπτομένας ἠδʼ ἑρσήεντα κύπειρον·σὺν δʼ ἐφόρει ξύλα πολλά, πυρὸς δʼ ἐπεμαίετο τέχνην.δάφνης ἀγλαὸν ὄζον ἑλὼν ἀπέλεψε σιδήρῳἄρμενον ἐν παλάμῃ· ἄμπνυτο δὲ θερμὸς ἀυτμή·Ἑρμῆς τοι πρώτιστα πυρήια πῦρ τʼ ἀνέδωκε.πολλὰ δὲ κάγκανα κᾶλα κατουδαίῳ ἐνὶ βόθρῳοὖλα λαβὼν ἐπέθηκεν ἐπηετανά· λάμπετο δὲ φλὸξτηλόσε φῦσαν ἱεῖσα πυρὸς μέγα δαιομένοιο.ὄφρα δὲ πῦρ ἀνέκαιε βίη κλυτοῦ Ἡφαίστοιο,τόφρα δʼ ὑποβρύχους ἕλικας βοῦς εἷλκε θύραζεδοιὰς ἄγχι πυρός· δύναμις δέ οἱ ἕσπετο πολλή.ἀμφοτέρας δʼ ἐπὶ νῶτα χαμαὶ βάλε φυσιοώσας·ἀγκλίνων δʼ ἐκύλινδε διʼ αἰῶνας τετορήσας.