Ἑρμῆν ὕμνει, Μοῦσα, Διὸς καὶ Μαιάδος υἱόν,Κυλλήνης μεδέοντα καὶ Ἀρκαδίης πολυμήλου,ἄγγελον ἀθανάτων ἐριούνιον, ὃν τέκε Μαῖα,νύμφη ἐυπλόκαμος, Διὸς ἐν φιλότητι μιγεῖσα,αἰδοίη· μακάρων δὲ θεῶν ἠλεύαθʼ ὅμιλον,ἄντρον ἔσω ναίουσα παλισκίον, ἔνθα Κρονίωννύμφῃ ἐυπλοκάμῳ μισγέσκετο νυκτὸς ἀμολγῷ,ὄφρα κατὰ γλυκὺς ὕπνος ἔχοι λευκώλενον Ἥρην,λήθων ἀθανάτους τε θεοὺς θνητούς τʼ ἀνθρώπους.ἀλλʼ ὅτε δὴ μεγάλοιο Διὸς νόος ἐξετελεῖτο,τῇ δʼ ἤδη δέκατος μεὶς οὐρανῷ ἐστήρικτο,εἴς τε φόως ἄγαγεν ἀρίσημά τε ἔργα τέτυκτο·καὶ τότʼ ἐγείνατο παῖδα πολύτροπον, αἱμυλομήτην,ληιστῆρʼ, ἐλατῆρα βοῶν, ἡγήτορʼ ὀνείρων,νυκτὸς ὀπωπητῆρα, πυληδόκον, ὃς τάχʼ ἔμελλενἀμφανέειν κλυτὰ ἔργα μετʼ ἀθανάτοισι θεοῖσιν.ἠῷος γεγονὼς μέσῳ ἤματι ἐγκιθάριζεν,ἑσπέριος βοῦς κλέψεν ἑκηβόλου Ἀπόλλωνοςτετράδι τῇ προτέρῃ, τῇ μιν τέκε πότνια Μαῖα.ὃς καί, ἐπειδὴ μητρὸς ἀπʼ ἀθανάτων θόρε γυίων,οὐκέτι δηρὸν ἔκειτο μένων ἱερῷ ἐνὶ λίκνῳ,ἀλλʼ ὅ γʼ ἀναΐξας ζήτει βόας Ἀπόλλωνοςοὐδὸν ὑπερβαίνων ὑψηρεφέος ἄντροιο.ἔνθα χέλυν εὑρὼν ἐκτήσατο μυρίον ὄλβον·Ἑρμῆς τοι πρώτιστα χέλυν τεκτήνατʼ ἀοιδόν·ἥ ῥά οἱ ἀντεβόλησεν ἐπʼ αὐλείῃσι θύρῃσιβοσκομένη προπάροιθε δόμων ἐριθηλέα ποίην,σαῦλα ποσὶν βαίνουσα· Διὸς δʼ ἐριούνιος υἱὸςἀθρήσας ἐγέλασσε καὶ αὐτίκα μῦθον ἔειπε·σύμβολον ἤδη μοι μέγʼ ὀνήσιμον· οὐκ ὀνοτάζω.χαῖρε, φυὴν ἐρόεσσα, χοροίτυπε, δαιτὸς ἑταίρη,ἀσπασίη προφανεῖσα· πόθεν τόδε καλὸν ἄθυρμααἰόλον ὄστρακον ἕσσο χέλυς ὄρεσι ζώουσα;ἀλλʼ οἴσω σʼ ἐς δῶμα λαβών· ὄφελός τι μοι ἔσσῃ,οὐδʼ ἀποτιμήσω· σὺ δέ με πρώτιστον ὀνήσειςοἴκοι βέλτερον εἶναι, ἐπεὶ βλαβερὸν τὸ θύρηφιν·ἦ γὰρ ἐπηλυσίης πολυπήμονος ἔσσεαι ἔχμαζώουσʼ· ἢν δὲ θάνῃς, τότε κεν μάλα καλὸν ἀείδοις.ὣς ἂρʼ ἔφη· καὶ χερσὶν ἅμʼ ἀμφοτέρῃσιν ἀείραςἂψ εἴσω κίε δῶμα φέρων ἐρατεινὸν ἄθυρμα.