ἔργῳ δʼ ἔργον ὄπαζε ταμὼν κρέα πίονα δημῷ·ὤπτα δʼ ἀμφʼ ὀβελοῖσι πεπαρμένα δουρατέοισισάρκας ὁμοῦ καὶ νῶτα γεράσμια καὶ μέλαν αἷμαἐργμένον ἐν χολάδεσσι· τὰ δʼ αὐτοῦ κεῖτʼ ἐπὶ χώρης·ῥινοὺς δʼ ἐξετάνυσσε καταστυφέλῳ ἐνὶ πέτρῃ,ὡς ἔτι νῦν τὰ μέτασσα πολυχρόνιοι πεφύασι,δηρὸν δὴ μετὰ ταῦτα καὶ ἄκριτον· αὐτὰρ ἔπειταἙρμῆς χαρμόφρων εἰρύσατο πίονα ἔργαλείῳ ἐπὶ πλαταμῶνι καὶ ἔσχισε δώδεκα μοίραςκληροπαλεῖς· τέλεον δὲ γέρας προσέθηκεν ἑκάστῃ.ἔνθʼ ὁσίης κρεάων ἠράσσατο κύδιμος Ἑρμῆς·ὀδμὴ γάρ μιν ἔτειρε καὶ ἀθάνατόν περ ἐόνταἡδεῖʼ· ἀλλʼ οὐδʼ ὥς οἱ ἐπείθετο θυμὸς ἀγήνωρ,καί τε μάλʼ ἱμείροντι, περῆν† ἱερῆς κατὰ δειρῆς.ἀλλὰ τὰ μὲν κατέθηκεν ἐς αὔλιον ὑψιμέλαθρον,δημὸν καὶ κρέα πολλά, μετήορα δʼ αἶψʼ ἀνάειρε,σῆμα νέης φωρῆς· ἐπὶ δὲ ξύλα κάγκανʼ ἀγείραςοὐλόποδʼ, οὐλοκάρηνα πυρὸς κατεδάμνατʼ ἀυτμῇ.αὐτὰρ ἐπεί τοι πάντα κατὰ χρέος ἤνυσε δαίμων,σάνδαλα μὲν προέηκεν ἐς Ἀλφειὸν βαθυδίνην·ἀνθρακιὴν δʼ ἐμάρανε, κόνιν δʼ ἀμάθυνε μέλαινανπαννύχιος· καλὸν δὲ φόως κατέλαμπε Σελήνης.Κυλλήνης δʼ αἶψʼ αὖτις ἀφίκετο δῖα κάρηναὄρθριος, οὐδέ τί οἱ δολιχῆς ὁδοῦ ἀντεβόλησενοὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων,οὐδὲ κύνες λελάκοντο· Διὸς δʼ ἐριούνιος Ἑρμῆςδοχμωθεὶς μεγάροιο διὰ κλήιθρον ἔδυνεναὔρῃ ὀπωρινῇ ἐναλίγκιος, ἠύτʼ ὀμίχλη.ἰθύσας δʼ ἄντρου ἐξίκετο πίονα νηὸνἦκα ποσὶ προβιβῶν· οὐ γὰρ κτύπεν, ὥσπερ ἐπʼ οὔδει.ἐσσυμένως δʼ ἄρα λίκνον ἐπῴχετο κύδιμος Ἑρμῆς·σπάργανον ἀμφʼ ὤμοις εἰλυμένος, ἠύτε τέκνοννήπιον, ἐν παλάμῃσι περʼ ἰγνύσι λαῖφος ἀθύρωνκεῖτο, χέλυν ἐρατὴν ἐπʼ ἀριστερὰ χειρὸς ἐέργων.μητέρα δʼ οὐκ ἄρʼ ἔληθε θεὰν θεὸς εἰπέ τε μῦθον·τίπτε σύ, ποικιλομῆτα, πόθεν τόδε νυκτὸς ἐν ὥρῃἔρχῃ, ἀναιδείην ἐπιειμένε; νῦν σε μάλʼ οἴωἢ τάχʼ ἀμήχανα δεσμὰ περὶ πλευρῇσιν ἔχονταΛητοίδου ὑπὸ χερσὶ διὲκ προθύροιο περήσεινἣ σὲ φέροντα μεταξὺ κατʼ ἄγκεα φηλητεύσειν.