ἔνθʼ ἀναπηρώσας γλυφάνῳ πολιοῖο σιδήρουαἰῶνʼ ἐξετόρησεν ὀρεσκῴοιο χελώνης.ὡς δʼ ὁπότʼ ὠκὺ νόημα διὰ στέρνοιο περήσῃἀνέρος, ὅν τε θαμειαὶ ἐπιστρωφῶσι μέριμναι,ἢ ὅτε δινηθῶσιν ἀπʼ ὀφθαλμῶν ἀμαρυγαί,ὣς ἅμʼ ἔπος τε καὶ ἔργον ἐμήδετο κύδιμος Ἑρμῆς.πῆξε δʼ ἄρʼ ἐν μέτροισι ταμὼν δόνακας καλάμοιοπειρήνας διὰ νῶτα διὰ ῥίνοιο χελώνης.ἀμφὶ δὲ δέρμα τάνυσσε βοὸς πραπίδεσσιν ἑῇσικαὶ πήχεις ἐνέθηκʼ, ἐπὶ δὲ ζυγὸν ἤραρεν ἀμφοῖν,ἑπτὰ δὲ θηλυτέρων ὀίων ἐτανύσσατο χορδάς.αὐτὰρ ἐπεὶ δὴ τεῦξε λύρην ἐρατεινὸν ἄθυρμα,πλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος· ἣ δʼ ὑπὸ χειρὸςσμερδαλέον κονάβησε· θεὸς δʼ ὑπὸ καλὸν ἄειδενἐξ αὐτοσχεδίης πειρώμενος, ἠύτε κοῦροιἡβηταὶ θαλίῃσι παραιβόλα κερτομέουσιν,ἀμφὶ Δία Κρονίδην καὶ Μαιάδα καλλιπέδιλον,ὡς πάρος ὠρίζεσκον ἑταιρείῃ φιλότητι,ἥν τʼ αὐτοῦ γενεὴν ὀνομακλυτὸν ἐξονομάζων·ἀμφιπόλους τε γέραιρε καὶ ἀγλαὰ δώματα νύμφηςκαὶ τρίποδας κατὰ οἶκον ἐπηετανούς τε λέβητας.καὶ τὰ μὲν οὖν ἤειδε, τὰ δὲ φρεσὶν ἄλλα μενοίνα.καὶ τὴν μὲν κατέθηκε φέρων ἱερῷ ἐνὶ λίκνῳ,φόρμιγγα γλαφυρήν· ὃ δʼ ἄρα κρειῶν ἐρατίζωνἆλτο κατὰ σκοπιὴν εὐώδεος ἐκ μεγάροιοὁρμαίνων δόλον αἰπὺν ἐνὶ φρεσίν, οἷά τε φῶτεςφηληταὶ διέπουσι μελαίνης νυκτὸς ἐν ὥρῃ.ἠέλιος μὲν ἔδυνε κατὰ χθονὸς Ὠκεανόνδεαὐτοῖσίν θʼ ἵπποισι καὶ ἅρμασιν· αὐτὰρ ἄρʼ ἙρμῆςΠιερίης ἀφίκανε θέων ὄρεα σκιόεντα,ἔνθα θεῶν μακάρων βόες ἄμβροτοι αὖλιν ἔχεσκονβοσκόμεναι λειμῶνας ἀκηρασίους, ἐρατεινούς.τῶν τότε Μαιάδος υἱός, ἐύσκοπος Ἀργειφόντης,πεντήκοντʼ ἀγέλης ἀπετάμνετο βοῦς ἐριμύκους.πλανοδίας δʼ ἤλαυνε διὰ ψαμαθώδεα χῶρονἴχνιʼ ἀποστρέψας· δολίης δʼ οὐ λήθετο τέχνηςἀντία ποιήσας ὁπλάς, τὰς πρόσθεν ὄπισθεν,τὰς δʼ ὄπιθεν πρόσθεν· κατὰ δʼ ἔμπαλιν αὐτὸς ἔβαινε.σάνδαλα δʼ αὐτίκα ῥιψὶν ἐπὶ ψαμάθοις ἁλίῃσιν,ἄφραστʼ ἠδʼ ἀνόητα διέπλεκε, θαυματὰ ἔργα,