εὐμόλπει μετὰ χερσὶν ἔχων λιγύφωνον ἑταίρην,καλὰ καὶ εὖ κατὰ κόσμον ἐπιστάμενος ἀγορεύειν.εὔκηλος μὲν ἔπειτα φέρειν ἐς δαῖτα θάλειανκαὶ χορὸν ἱμερόεντα καὶ ἐς φιλοκυδέα κῶμονεὐφροσύνην νυκτός τε καὶ ἤματος. ὅς τις ἂν αὐτὴντέχνῃ καὶ σοφίῃ δεδαημένος ἐξερεείνῃ,φθεγγομένη παντοῖα νόῳ χαρίεντα διδάσκειῥεῖα συνηθείῃσιν ἀθυρομένη μαλακῇσιν,ἐργασίην φεύγουσα δυήπαθον· ὃς δέ κεν αὐτὴννῆις ἐὼν τὸ πρῶτον ἐπιζαφελῶς ἐρεείνῃ,μὰψ αὔτως κεν ἔπειτα μετήορά τε θρυλλίζοι.σοὶ δʼ αὐτάγρετόν ἐστι δαήμεναι, ὅττι μενοινᾷς.καί τοι ἐγὼ δώσω ταύτην, Διὸς ἀγλαὲ κοῦρε·ἡμεῖς δʼ αὖτʼ ὄρεός τε καὶ ἱπποβότου πεδίοιοβουσὶ νομούς, Ἑκάεργε, νομεύσομεν ἀγραύλοισιν.ἔνθεν ἅλις τέξουσι βόες ταύροισι μιγεῖσαιμίγδην θηλείας τε καὶ ἄρσενας· οὐδέ τί σε χρὴκερδαλέον περ ἐόντα περιζαμενῶς κεχολῶσθαι.ὣς εἰπὼν ὤρεξʼ· ὃ δʼ ἐδέξατο Φοῖβος Ἀπόλλων,Ἐρμῇ δʼ ἐγγυάλιξεν ἑκὼν μάστιγα φαεινήν,βουκολίας τʼ ἐπέτελλεν· ἔδεκτο δὲ Μαιάδος υἱὸςγηθήσας· κίθαριν δὲ λαβὼν ἐπʼ ἀριστερὰ χειρὸςΛητοῦς ἀγλαὸς υἱός, ἄναξ ἑκάεργος Ἀπόλλων,πλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος· ἣ δʼ ὑπένερθεσμερδαλέον κονάβησε· θεὸς δʼ ὑπὸ καλὸν ἄεισεν.ἔνθα βόας μὲν ἔπειτα ποτὶ ζάθεον λειμῶναἐτραπέτην· αὐτοὶ δέ, Διὸς περικαλλέα τέκνα,ἄψορροι πρὸς Ὄλυμπον ἀγάννιφον ἐρρώσαντοτερπόμενοι φόρμιγγι· χάρη δʼ ἄρα μητιέτα Ζεύς,ἄμφω δʼ ἐς φιλότητα συνήγαγε· καὶ τὰ μὲν ἙρμῆςΛητοΐδην ἐφίλησε διαμπερὲς ὡς ἔτι καὶ νῦν,σήματʼ ἐπεὶ κίθαριν μὲν Ἑκηβόλῳ ἐγγυάλιξενἱμερτήν, δεδαώς, ὃ δʼ ἐπωλένιον κιθάριζεν·αὐτὸς δʼ αὖθʼ ἑτέρης σοφίης ἐκμάσσατο τέχνην·συρίγγων ἐνοπὴν ποιήσατο τηλόθʼ ἀκουστήν.καὶ τότε Λητοΐδης Ἑρμῆν πρὸς μῦθον ἔειπε·δείδια, Μαιάδος υἱέ, διάκτορε, ποικιλομῆτα,μή μοι ἅμα κλέψῃς κίθαριν καὶ καμπύλα τόξα·τιμὴν γὰρ πὰρ Ζηνὸς ἔχεις ἐπαμοίβια ἔργαθήσειν ἀνθρώποισι κατὰ χθόνα πουλυβότειραν.