ἡσυχίως καὶ ἔπειτα διακρινέεσθαι ὀίω·νῦν δʼ ἄγε μοι τόδε εἰπέ, πολύτροπε Μαιάδος υἱέ,ἦ σοί γʼ ἐκ γενετῆς τάδʼ ἅμʼ ἕσπετο θαυματὰ ἔργαἠέ τις ἀθανάτων ἠὲ θνητῶν ἀνθρώπωνδῶρον ἀγαυὸν ἔδωκε καὶ ἔφρασε θέσπιν ἀοιδήν;θαυμασίην γὰρ τήνδε νεήφατον ὄσσαν ἀκούω,ἣν οὐ πώ ποτέ φημι δαήμεναι οὔτε τινʼ ἀνδρῶνοὔτε τινʼ ἀθανάτων, οἳ Ὀλύμπια δώματʼ ἔχουσι,νόσφι σέθεν, φηλῆτα, Διὸς καὶ Μαιάδος υἱέ.τίς τέχνη, τίς μοῦσα ἀμηχανέων μελεδώνων,τίς τρίβος; ἀτρεκέως γὰρ ἅμα τρία πάντα πάρεστιν,εὐφροσύνην καὶ ἔρωτα καὶ ἥδυμον ὕπνον ἑλέσθαι.καὶ γὰρ ἐγὼ Μούσῃσιν Ὀλυμπιάδεσσιν ὀπηδός,τῇσι χοροί τε μέλουσι καὶ ἀγλαὸς οἶμος ἀοιδῆςκαὶ μολπὴ τεθαλυῖα καὶ ἱμερόεις βρόμος αὐλῶν·ἀλλʼ οὔ πω τί μοι ὧδε μετὰ φρεσὶν ἄλλο μέλησεν,οἷα νέων θαλίῃς ἐνδέξια ἔργα πέλονται.θαυμάζω, Διὸς υἱέ, τάδʼ, ὡς ἐρατὸν κιθαρίζεις.νῦν δʼ ἐπεὶ οὖν ὀλίγος περ ἐὼν κλυτὰ μήδεα οἶδας,ἷζε, πέπον, καὶ μῦθον ἐπαίνει πρεσβυτέροισι·νῦν γάρ τοι κλέος ἔσται ἐν ἀθανάτοισι θεοῖσισοί τʼ αὐτῷ καὶ μητρί· τὸ δʼ ἀτρεκέως ἀγορεύσω·ναὶ μὰ τόδε κρανέινον ἀκόντιον, ἦ μὲν ἐγώ σεκυδρὸν ἐν ἀθανάτοισι καὶ ὄλβιον ἡγεμόνʼ εἵσωδώσω τʼ ἀγλαὰ δῶρα καὶ ἐς τέλος οὐκ ἀπατήσω.τὸν δʼ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισιν·εἰρωτᾷς μʼ, Ἑκάεργε, περιφραδές· αὐτὰρ ἐγώ σοιτέχνης ἡμετέρης ἐπιβήμεναι οὔ τι μεγαίρω.σήμερον εἰδήσεις· ἐθέλω δέ τοι ἤπιος εἶναιβουλῇ καὶ μύθοισι. σὺ δὲ φρεσὶ πάντʼ εὖ οἶδας·πρῶτος γάρ, Διὸς υἱέ, μετʼ ἀθανάτοισι θαάσσεις,ἠύς τε κρατερός τε· φιλεῖ δέ σε μητίετα Ζεὺςἐκ πάσης ὁσίης, ἔπορεν δέ τοι ἀγλαὰ δῶρα.καὶ τιμάς σέ γέ φασι δαήμεναι ἐκ Διὸς ὀμφῆςμαντείας θʼ Ἑκάεργε, Διὸς παρά, θέσφατα πάντατῶν νῦν αὐτὸς ἐγώ σε μαλʼ ἀφνειὸν δεδάηκα·σοὶ δʼ αὐτάγρετόν ἐστι δαήμεναι, ὅττι μενοινᾷς.ἀλλʼ ἐπεὶ οὖν τοι θυμὸς ἐπιθύει κιθαρίζειν,μέλπεο καὶ κιθάριζε καὶ ἀγλαίας ἀλέγυνεδέγμενος ἐξ ἐμέθεν· σὺ δέ μοι, φίλε, κῦδος ὄπαζε.