ἀλλʼ εἴ μοι τλαίης γε θεῶν μέγαν ὅρκον ὀμόσσαι,ἢ κεφαλῇ νεύσας ἢ ἐπὶ Στυγὸς ὄβριμον ὕδωρ,πάντʼ ἂν ἐμῷ θυμῷ κεχαρισμένα καὶ φίλα ἔρδοις.καὶ τότε Μαιάδος υἱὸς ὑποσχόμενος κατένευσε,μή ποτʼ ἀποκλέψειν, ὅσʼ Ἑκηβόλος ἐκτεάτισται,μηδέ ποτʼ ἐμπελάσειν πυκινῷ δόμῳ· αὐτὰρ ἈπόλλωνΛητοΐδης κατένευσεν ἐπʼ ἀρθμῷ καὶ φιλότητι,μή τινα φίλτερον ἄλλον ἐν ἀθανάτοισιν ἔσεσθαι,μήτε θεὸν μήτʼ ἄνδρα Διὸς γόνον· ἐκ δὲ τέλειον[αἰετὸν ἧκε πατήρ· ὁ δʼ ἐπώμοσεν· ἦ σε μάλʼ οἶον]σύμβολον ἀθανάτων ποιήσομαι ἠδʼ ἅμα πάντων,πιστὸν ἐμῷ θυμῷ καὶ τίμιον· αὐτὰρ ἔπειταὄλβου καὶ πλούτου δώσω περικαλλέα ῥάβδον,χρυσείην, τριπέτηλον, ἀκήριον ἥ σε φυλάξειπάντας ἐπικραίνουσʼ ἄθλους ἐπέων τε καὶ ἔργωντῶν ἀγαθῶν, ὅσα φημὶ δαήμεναι ἐκ Διὸς ὀμφῆς.μαντείην δέ, φέριστε, διοτρεφές, ἣν ἐρεείνεις,οὔτε σὲ θέσφατόν ἐστι δαήμεναι οὔτε τινʼ ἄλλονἀθανάτων· τὸ γὰρ οἶδε Διὸς νόος· αὐτὰρ ἐγώ γεπιστωθεὶς κατένευσα καὶ ὤμοσα καρτερὸν ὅρκον,μή τινα νόσφιν ἐμεῖο θεῶν αἰειγενετάωνἄλλον γʼ εἴσεσθαι Ζηνὸς πυκινόφρονα βουλήν.καὶ σύ, κασίγνητε χρυσόρραπι, μή με κέλευεθέσφατα πιφαύσκειν, ὅσα μήδεται εὐρύοπα Ζεύς.ἀνθρώπων δʼ ἄλλον δηλήσομαι, ἄλλον ὀνήσω,πολλὰ περιτροπέων ἀμεγάρτων φῦλʼ ἀνθρώπων.καὶ μὲν ἐμῆς ὀμφῆς ἀπονήσεται, ὅς τις ἂν ἔλθῃφωνῇ καὶ πτερύγεσσι τεληέντων οἰωνῶν·οὗτος ἐμῆς ὀμφῆς ἀπονήσεται, οὐδʼ ἀπατήσω.ὃς δέ κε μαψιλόγοισι πιθήσας οἰωνοῖσιμαντείην ἐθέλῃσι παρὲκ νόον ἐξερεείνεινἡμετέρην, νοέειν δὲ θεῶν πλέον αἰὲν ἐόντων,φήμʼ, ἁλίην ὁδὸν εἶσιν. ἐγὼ δέ κε δῶρα δεχοίμην.ἄλλο δέ τοι ἐρέω, Μαίης ἐρικυδέος υἱὲκαὶ Διὸς αἰγιόχοιο, θεῶν ἐριούνιε δαῖμον·σεμναὶ γάρ τινες εἰσί, κασίγνηται γεγαυῖαι,παρθένοι, ὠκείῃσιν ἀγαλλόμεναι πτερύγεσσι,τρεῖς· κατὰ δὲ κρατὸς πεπαλαγμέναι ἄλφιτα λευκά,οἰκία ναιετάουσιν ὑπὸ πτυχὶ Παρνησοῖο,μαντείης ἀπάνευθε διδάσκαλοι, ἣν ἐπὶ βουσὶ