ἡχοῦ δὴ τὰ χρήματʼ ἀτάλλετο νυκτὸς ἐν ὥρῃ.ἔνθʼ Ἑρμῆς μὲν ἔπειτα κιὼν παρὰ λάινον ἄντρονἐς φῶς ἐξήλαυνε βοῶν ἴφθιμα κάρηνα·Λητοΐδης δʼ ἀπάτερθεν ἰδὼν ἐνόησε βοείαςπέτρῃ ἐπʼ ἠλιβάτῳ, τάχα δʼ εἴρετο κύδιμον Ἑρμῆν·πῶς ἐδύνω, δολομῆτα, δύω βόε δειροτομῆσαι,ὧδε νεογνὸς ἐὼν καὶ νήπιος; αὐτὸς ἐγώ γεθαυμαίνω κατόπισθε τὸ σὸν κράτος· οὐδέ τί σε χρὴμακρὸν ἀέξεσθαι, Κυλλήνιε, Μαιάδος υἱέ.ὣς ἄρ ἔφη καὶ χερσὶ περίστρεφε καρτερὰ δεσμὰ[ἐνδῆσαι μεμαὼς Ἑρμῆν κρατεραῖσι λύγοισι.τὸν δʼ οὐκ ἴσχανε δεσμά, λύγοι δʼ ἀπὸ τηλόσε πῖπτον]ἄγνου· ταὶ δʼ ὑπὸ ποσσὶ κατὰ χθονὸς αἶψα φύοντοαὐτόθεν, ἐμβολάδην ἐστραμμέναι ἀλλήλῃσι,ῥεῖά τε καὶ πάσῃσιν ἐπʼ ἀγραύλοισι βόεσσιν,Ἑρμέω βουλῇσι κλεψίφρονος· αὐτὰρ Ἀπόλλωνθαύμασεν ἀθρήσας. τότε δὴ κρατὺς Ἀργειφόντηςχῶρον ὑποβλήδην ἐσκέψατο, πῦρ ἀμαρύσσων,ἐγκρύψαι μεμαώς· Λητοῦς δʼ ἐρικυδέος υἱὸνῥεῖα μάλʼ ἐπρήυνεν ἑκηβόλον, ὡς ἔθελʼ αὐτός,καὶ κρατερόν περ ἐόντα· λαβὼν δʼ ἐπʼ ἀριστερὰ χειρὸςπλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος· ἣ δʼ ὑπὸ χειρὸςσμερδαλέον κονάβησε· γέλασσε δὲ Φοῖβος Ἀπόλλωνγηθήσας, ἐρατὴ δὲ διὰ φρένας ἤλυθʼ ἰωὴθεσπεσίης ἐνοπῆς καί μιν γλυκὺς ἵμερος ᾕρειθυμῷ ἀκουάζοντα· λύρῃ δʼ ἐρατὸν κιθαρίζωνστῆ ῥʼ ὅ γε θαρσήσας ἐπʼ ἀριστερὰ Μαιάδος υἱὸςΦοίβου Ἀπόλλωνος· τάχα δὲ λιγέως κιθαρίζωνγηρύετʼ ἀμβολάδην — ἐρατὴ δέ οἱ ἕσπετο φωνή —κραίνων ἀθανάτους τε θεοὺς καὶ γαῖαν ἐρεμνήν,ὡς τὰ πρῶτα γένοντο καὶ ὡς λάχε μοῖραν ἕκαστος.Μνημοσύνην μὲν πρῶτα θεῶν ἐγέραιρεν ἀοιδῇ,μητέρα Μουσάων· ἣ γὰρ λάχε Μαιάδος υἱόν·τοὺς δὲ κατὰ πρέσβιν τε καὶ ὡς γεγάασιν ἕκαστοςἀθανάτους ἐγέραιρε θεοὺς Διὸς ἀγλαὸς υἱός,πάντʼ ἐνέπων κατὰ κόσμον, ἐπωλένιον κιθαρίζων.τὸν δʼ ἔρος ἐν στήθεσσιν ἀμήχανος αἴνυτο θυμόν,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·βουφόνε, μηχανιῶτα, πονεύμενε, δαιτὸς ἑταῖρε,πεντήκοντα βοῶν ἀντάξια ταῦτα μέμηλας.