αἰετὸς ὀξὺ λάων ἐσκέψατο· πολλὰ δὲ χερσὶναὐγὰς ὠμόργαζε δολοφροσύνην ἀλεγύνων.αὐτὸς δʼ αὐτίκα μῦθον ἀπηλεγέως ἀγόρευεν·οὐκ ἴδον, οὐ πυθόμην, οὐκ ἄλλου μῦθον ἄκουσαοὐδέ κε μηνύσαιμʼ, οὐδʼ ἂν μήνυτρον ἀροίμην.Ἠ τοι ἄρʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο Φοῖβος Ἀπόλλων·Ερμῆς δʼ αὖθʼ ἑτέρωθεν ἀμειβόμενος ἔπος ηὔδα,δείξατο δʼ ἐς Κρονίωνα, θεῶν σημάντορα πάντων·Ζεῦ πάτερ, ἦ τοι ἐγώ σοι ἀληθείην καταλέξω·νημερτής τε γάρ εἰμι καὶ οὐκ οἶδα ψεύδεσθαι.ἦλθεν ἐς ἡμετέρου διζήμενος εἰλίποδας βοῦςσήμερον ἠελίοιο νέον ἐπιτελλομένοιο·οὐδὲ θεῶν μακάρων ἄγε μάρτυρας οὐδὲ κατόπτας,μηνύειν δʼ ἐκέλευεν ἀναγκαίης ὑπὸ πολλῆς,πολλὰ δέ μʼ ἠπείλησε βαλεῖν ἐς Τάρταρον εὐρύν,οὕνεχʼ ὃ μὲν τέρεν ἄνθος ἔχει φιλοκυδέος ἥβης,αὐτὰρ ἐγὼ χθιζὸς γενόμην, τὰ δέ τʼ οἶδε καὶ αὐτός,οὔτι βοῶν ἐλατῆρι, κραταιῷ φωτί, ἐοικώς.πείθεο· καὶ γὰρ ἐμεῖο πατὴρ φίλος εὔχεαι εἶναι,ὡς οὐκ οἴκαδʼ ἔλασσα βόας, ὣς ὄλβιος εἴην,οὐδʼ ὑπὲρ οὐδὸν ἔβην· τὸ δέ τʼ ἀτρεκέως ἀγορεύω.Ἠέλιον δὲ μάλʼ αἰδέομαι καὶ δαίμονας ἄλλους,καί σε φιλῶ καὶ τοῦτον ὀπίζομαι· οἶσθα καὶ αὐτός,ὡς οὐκ αἴτιός εἰμι· μέγαν δʼ ἐπιδώσομαι ὅρκον·οὐ μὰ τάδʼ ἀθανάτων εὐκόσμητα προθύραια.καί που ἐγὼ τούτῳ τίσω ποτὲ νηλέα φώρην,καὶ κρατερῷ περ ἐόντι· σὺ δʼ ὁπλοτέροισιν ἄρηγε.ὣς φάτʼ ἐπιλλίζων Κυλλήνιος Ἀργειφόντης·καὶ τὸ σπάργανον εἶχεν ἐπʼ ὠλένῃ οὐδʼ ἀπέβαλλε.Ζεὺς δὲ μέγʼ ἐξεγέλασσεν ἰδὼν κακομηδέα παῖδαεὖ καὶ ἐπισταμένως ἀρνεύμενον ἀμφὶ βόεσσιν.ἀμφοτέρους δʼ ἐκέλευσεν ὁμόφρονα θυμὸν ἔχονταςζητεύειν, Ἑρμῆν δὲ διάκτορον ἡγεμονεύεινκαὶ δεῖξαι τὸν χῶρον ἐπʼ ἀβλαβίῃσι νόοιο,ὅππη δὴ αὖτʼ ἀπέκρυψε βοῶν ἴφθιμα κάρηνα.νεῦσεν δὲ Κρονίδης, ἐπεπείθετο δʼ ἀγλαὸς Ἑρμῆς·ῥηιδίως γὰρ ἔπειθε Διὸς νόος αἰγιόχοιο.τὼ δʼ ἄμφω σπεύδοντε Διὸς περικαλλέα τέκναἐς Πύλον ἠμαθόεντα ἐπʼ Ἀλφειοῦ πόρον ἷξον·ἀγροὺς δʼ ἐξίκοντο καὶ αὔλιον ὑψιμέλαθρον,