ἐσσυμένως δὴ ἔπειτα διὰ ψαμάθοιο βάδιζεπρόσθεν, ἀτὰρ κατόπισθε Διὸς καὶ Λητοῦς υἱός.αἶψα δὲ τέρθρον ἵκοντο θυώδεος Οὐλύμποιοἐς πατέρα Κρονίωνα Διὸς περικαλλέα τέκνα·κεῖθι γὰρ ἀμφοτέροισι δίκης κατέκειτο τάλαντα.οὐμιλίη δʼ ἔχʼ Ὄλυμπον ἀγάννιφον, ἀθάνατοι δὲἄφθιτοι ἠγερέθοντο μετὰ χρυσόθρονον Ἠῶ.ἔστησαν δʼ Ἑρμῆς τε καὶ ἀργυρότοξος Ἀπόλλωνπρόσθε Διὸς γούνων· ὃ δʼ ἀνείρετο φαίδιμον υἱὸνΖεὺς ὑψιβρεμέτης καί μιν πρὸς μῦθον ἔειπε·φοῖβε, πόθεν ταύτην μενοεικέα ληίδʼ ἐλαύνεις,παῖδα νέον γεγαῶτα, φυὴν κήρυκος ἔχοντα;σπουδαῖον τόδε χρῆμα θεῶν μεθʼ ὁμήγυριν ἦλθε.τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·ὦ πάτερ, ἦ τάχα μῦθον ἀκούσεαι οὐκ ἀλαπαδνόν,κερτομέων ὡς οἶος ἐγὼ φιλολήιός εἰμι.παῖδά τινʼ εὗρον τόνδε διαπρύσιον κεραϊστὴνΚυλλήνης ἐν ὄρεσσι, πολὺν διὰ χῶρον ἀνύσσας,κέρτομον, οἷον ἐγώ γε θεῶν οὐκ ἄλλον ὄπωπαοὐδʼ ἀνδρῶν, ὁπόσοι λησίμβροτοί εἰσʼ ἐπὶ γαίῃ.κλέψας δʼ ἐκ λειμῶνος ἐμὰς βοῦς ὤχετʼ ἐλαύνωνἑσπέριος παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,εὐθὺ Πύλονδʼ ἐλάων· τὰ δʼ ἄρʼ ἴχνια δοῖα πέλωρα,οἷά τʼ ἀγάσσασθαι, καὶ ἀγαυοῦ δαίμονος ἔργα.τῇσιν μὲν γὰρ βουσὶν ἐς ἀσφοδελὸν λειμῶναἀντία βήματʼ ἔχουσα κόνις ἀνέφαινε μέλαινα·αὐτὸς δʼ ἐκτὸς ὁδοῦ, τις ἀμήχανος, οὔτʼ ἄρα ποσσὶνοὔτʼ ἄρα χερσὶν ἔβαινε διὰ ψαμαθώδεα χῶρον·ἀλλʼ ἄλλην τινὰ μῆτιν ἔχων διέτριβε κέλευθατοῖα πέλωρʼ ὡς εἴ τις ἀραιῇσι δρυσὶ βαίνοι.ὄφρα μὲν οὖν ἐδίωκε διὰ ψαμαθώδεα χῶρον,ῥεῖα μάλʼ ἴχνια πάντα διέπρεπεν ἐν κονίῃσιν·αὐτὰρ ἐπεὶ ψαμάθοιο μέγαν στίβον ἐξεπέρησεν,ἄφραστος γένετʼ ὦκα βοῶν στίβος ἠδὲ καὶ αὐτοῦχῶρον ἀνὰ κρατερόν· τὸν δʼ ἐφράσατο βροτὸς ἀνὴρἐς Πύλον εὐθὺς ἐλῶντα βοῶν γένος εὐρυμετώπων.αὐτὰρ ἐπεὶ δὴ τὰς μὲν ἐν ἡσυχίῃ κατέερξεκαὶ διαπυρπαλάμησεν ὁδοῦ τὸ μὲν ἔνθα, τὸ δʼ ἔνθα,ἐν λίκνῳ κατέκειτο μελαίνῃ νυκτὶ ἐοικώς,ἄντρῳ ἐν ἠερόεντι κατὰ ζόφον· οὐδέ κεν αὐτὸν