μάκρʼ ἀποσυρίζων, ἅλιον τὸν μῦθον ἀκούων.τὸν δʼ ἁπαλὸν γελάσας προσέφη ἑκάεργος Ἀπόλλων·ὦ πέπον, ἠπεροπευτά, δολοφραδές, ἦ σε μάλʼ οἴωπολλάκις ἀντιτοροῦντα δόμους εὖ ναιετάονταςἔννυχον οὐχ ἕνα μοῦνον ἐπʼ οὔδεϊ φῶτα καθίσσαι,σκευάζοντα κατʼ οἶκον ἄτερ ψόφου, οἷʼ ἀγορεύεις·πολλοὺς δʼ ἀγραύλους ἀκαχήσεις μηλοβοτῆραςοὔρεος ἐν βήσσῃς, ὁπότʼ ἂν κρειῶν ἐρατίζωνἀντᾷς βουκολίοισι καὶ εἰροπόκοις ὀίεσσιν.ἀλλʼ ἄγε, μὴ πύματόν τε καὶ ὕστατον ὕπνον ἰαύσῃς,ἐκ λίκνου κατάβαινε, μελαίνης νυκτὸς ἑταῖρε.τοῦτο γὰρ οὖν καὶ ἔπειτα μετʼ ἀθανάτοις γέρας ἕξεις.ἀρχὸς φηλητέων κεκλήσεαι ἤματα πάντα.ὣς ἄρʼ ἔφη καὶ παῖδα λαβὼν φέρε Φοῖβος Ἀπόλλων.σὺν δʼ ἄρα φρασσάμενος τότε δὴ κρατὺς Ἀργειφόντηςοἰωνὸν προέηκεν ἀειρόμενος μετὰ χερσί,τλήμονα γαστρὸς ἔριθον, ἀτάσθαλον ἀγγελιώτην.ἐσσυμένως δὲ μετʼ αὐτὸν ἐπέπταρε· τοῖο δʼ Ἀπόλλωνἔκλυεν, ἐκ χειρῶν δὲ χαμαὶ βάλε κύδιμον Ἑρμῆν.ἕζετο δὲ προπάροιθε καὶ ἐσσύμενός περ ὁδοῖοἙρμῆν κερτομέων καί μιν πρὸς μῦθον ἔειπε·θάρσει, σπαργανιῶτα, Διὸς καὶ Μαιάδος υἱέ·εὑρήσω καὶ ἔπειτα βοῶν ἴφθιμα κάρηνατούτοις οἰωνοῖσι· σὺ δʼ αὖθʼ ὁδὸν ἡγεμονεύσεις.ὣς φάθʼ· ὃ δʼ αὖτʼ ἀνόρουσε θοῶς Κυλλήνιος Ἑρμῆς,σπουδῇ ἰών· ἄμφω δὲ παρʼ οὔατα χερσὶν ἐώθεισπάργανον ἀμφʼ ὤμοισιν ἐελμένος, εἶπε δὲ μῦθον·πῆ με φέρεις, Ἑκάεργε, θεῶν ζαμενέστατε πάντων;ἦ με βοῶν ἕνεχʼ ὧδε χολούμενος ὀρσολοπεύεις;ὦ πόποι, εἴθʼ ἀπόλοιτο βοῶν γένος· οὐ γὰρ ἐγώ γεὑμετέρας ἔκλεψα βόας οὐδʼ ἄλλον ὄπωπα,αἵτινες αἱ βόες εἰσί· τὸ δὲ κλέος οἶον ἀκούω.δὸς δὲ δίκην καὶ δέξο παρὰ Ζηνὶ Κρονίωνι.αὐτὰρ ἐπεὶ τὰ ἕκαστα διαρρήδην ἐρίδαινονἙρμῆς τʼ οἰοπόλος καὶ Λητοῦς ἀγλαὸς υἱός,ἀμφὶς θυμὸν ἔχοντες. ὃ μὲν νημερτέα φωνὴνοὐκ ἀδίκως ἐπὶ βουσὶν ἐλάζυτο κύδιμον Ἑρμῆν,αὐτὰρ ὃ τέχνῃσίν τε καὶ αἱμυλίοισι λόγοισινἤθελεν ἐξαπατᾶν Κυλλήνιος Ἀργυρότοξον.αὐτὰρ ἐπεὶ πολύμητις ἐὼν πολυμήχανον εὗρεν,