ἔρρε πάλιν· μεγάλην σε πατὴρ ἐφύτευσε μέριμνανθνητοῖς ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι.τὴν δʼ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι·μῆτερ ἐμή, τί με ταῦτα δεδίσκεαι, ἠύτε τέκνοννήπιον, ὃς μάλα παῦρα μετὰ φρεσὶν αἴσυλα οἶδε,ταρβαλέον, καὶ μητρὸς ὑπαιδείδοικεν ἐνιπάς;αὐτὰρ ἐγὼ τέχνης ἐπιβήσομαι, ἥ τις ἀρίστη,βουκολέων ἐμὲ καὶ σὲ διαμπερές· οὐδὲ θεοῖσινῶι μετʼ ἀθανάτοισιν ἀδώρητοι καὶ ἄλιστοιαὐτοῦ τῇδε μένοντες ἀνεξόμεθʼ, ὡς σὺ κελεύεις.βέλτερον ἤματα πάντα μετʼ ἀθανάτοις ὀαρίζειν,πλούσιον, ἀφνειόν, πολυλήιον, ἢ κατὰ δῶμαἄντρῳ ἐν ἠερόεντι θαασσέμεν· ἀμφὶ δὲ τιμῆς,κἀγὼ τῆς ὁσίης ἐπιβήσομαι, ἧς περ Ἀπόλλων.εἰ δέ κε μὴ δώῃσι πατὴρ ἐμός, ἧ τοι ἔγωγεπειρήσω, δύναμαι, φηλητέων ὄρχαμος εἶναι.εἰ δέ μʼ ἐρευνήσει Λητοῦς ἐρικυδέος υἱός,ἄλλο τί οἱ καὶ μεῖζον ὀίομαι ἀντιβολήσειν.εἶμι γὰρ ἐς Πυθῶνα μέγαν δόμον ἀντιτορήσων·ἔνθεν ἅλις τρίποδας περικαλλέας ἠδὲ λέβηταςπορθήσω καὶ χρυσόν, ἅλις τʼ αἴθωνα σίδηρονκαὶ πολλὴν ἐσθῆτα· σὺ δʼ ὄψεαι, αἴ κʼ ἐθέλῃσθα.ὣς οἳ μέν ῥʼ ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον,υἱός τʼ αἰγιόχοιο Διὸς καὶ πότνια Μαῖα.Ἠὼς δʼ ἠριγένεια φόως θνητοῖσι φέρουσαὤρνυτʼ ἀπʼ Ὠκεανοῖο βαθυρρόου· αὐτὰρ ἈπόλλωνὈγχηστόνδʼ ἀφίκανε κιών, πολυήρατον ἄλσοςἁγνὸν ἐρισφαράγου Γαιηόχου· ἔνθα γέροντακνώδαλον εὗρε νέμοντα παρʼ ἔξοδον ἕρκεος αὐλῆς.τὸν πρότερος προσέφη Λητοῦς ἐρικυδέος υἱός·ὦ γέρον, Ὀγχηστοῖο βατοδρόπε ποιήεντος,βοῦς ἀπὸ Πιερίης διζήμενος ἐνθάδʼ ἱκάνω,πάσας θηλείας, πάσας κεράεσσιν ἑλικτάς,ἐξ ἀγέλης· ὁ δὲ ταῦρος ἐβόσκετο μοῦνος ἀπʼ ἄλλωνκυάνεος· χαροποὶ δὲ κύνες κατόπισθεν ἕποντοτέσσαρες, ἠύτε φῶτες, ὁμόφρονες· οἳ μὲν ἔλειφθεν,οἵ τε κύνες ὅ τε ταῦρος· ὃ δὴ περὶ θαῦμα τέτυκται·ταὶ δʼ ἔβαν ἠελίοιο νέον καταδυομένοιοἐκ μαλακοῦ λειμῶνος ἀπὸ γλυκεροῖο νομοῖο.ταῦτά μοι εἰπέ, γεραιὲ παλαιγενές, εἴ που ὄπωπας