ἀνέρα ταῖσδʼ ἐπὶ βουσὶ διαπρήσσοντα κέλευθον.τὸν δʼ ὁ γέρων μύθοισιν ἀμειβόμενος προσέειπεν·ὦ φίλος, ἀργαλέον μέν, ὅσʼ ὀφθαλμοῖσιν ἴδοιτο,πάντα λέγειν· πολλοὶ γὰρ ὁδὸν πρήσσουσιν ὁδῖται,τῶν οἳ μὲν κακὰ πολλὰ μεμαότες, οἳ δὲ μάλʼ ἐσθλὰφοιτῶσιν· χαλεπὸν δὲ δαήμεναί ἐστιν ἕκαστον·αὐτὰρ ἐγὼ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύνταἔσκαπτον περὶ γουνὸν ἀλωῆς οἰνοπέδοιο·παῖδα δʼ ἔδοξα, φέριστε, σαφὲς δʼ οὐκ οἶδα, νοῆσαι,ὅς τις ὁ παῖς, ἅμα βουσὶν ἐυκραίρῃσιν ὀπήδεινήπιος, εἶχε δὲ ῥάβδον· ἐπιστροφάδην δʼ ἐβάδιζεν.ἐξοπίσω δʼ ἀνέεργε, κάρη δʼ ἔχεν ἀντίον αὐτῷ.φῆ ῥʼ ὁ γέρων· ὃ δὲ θᾶσσον ὁδὸν κίε μῦθον ἀκούσας·οἰωνὸν δʼ ἐνόει τανυσίπτερον, αὐτίκα δʼ ἔγνωφηλητὴν γεγαῶτα Διὸς παῖδα Κρονίωνος.ἐσσυμένως δʼ ἤιξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλωνἐς Πύλον ἠγαθέην διζήμενος εἰλίποδας βοῦς,πορφυρέῃ νεφέλῃ κεκαλυμμένος εὐρέας ὤμους·ἴχνιά τʼ εἰσενόησεν Ἑκηβόλος εἶπέ τε μῦθον·ὦ πόποι, ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι·ἴχνια μὲν τάδε γʼ ἐστὶ βοῶν ὀρθοκραιράων,ἀλλὰ πάλιν τέτραπται ἐς ἀσφοδελὸν λειμῶνα·βήματα δʼ οὔτʼ ἀνδρὸς τάδε γίγνεται οὔτε γυναικὸςοὔτε λύκων πολιῶν οὔτʼ ἄρκτων οὔτε λεόντων·οὔτε τι Κενταύρου λασιαύχενος ἔλπομαι εἶναι,ὅς τις τοῖα πέλωρα βιβᾷ ποσὶ καρπαλίμοισιν·αἰνὰ μὲν ἔνθεν ὁδοῖο, τὰ δʼ αἰνότερʼ ἔνθεν ὁδοῖο.ὣς εἰπὼν ἤιξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·Κυλλήνης δʼ ἀφίκανεν ὄρος καταείμενον ὕλῃ,πέτρης ἐς κευθμῶνα βαθύσκιον, ἔνθα τε νύμφηἀμβροσίη ἐλόχευσε Διὸς παῖδα Κρονίωνος.ὀδμὴ δʼ ἱμερόεσσα διʼ οὔρεος ἠγαθέοιοκίδνατο, πολλὰ δὲ μῆλα ταναύποδα βόσκετο ποίην.ἔνθα τότε σπεύδων κατεβήσατο λάινον οὐδὸνἄντρον ἐς ἠερόεν ἑκατηβόλος αὐτὸς Ἀπόλλων.Τὸν δʼ ὡς οὖν ἐνόησε Διὸς καὶ Μαιάδος υἱὸςχωόμενον περὶ βουσὶν ἑκηβόλον Ἀπόλλωνα,σπάργανʼ ἔσω κατέδυνε θυήεντʼ· ἠύτε πολλὴνπρέμνων ἀνθρακιὴν ὕλης σποδὸς ἀμφικαλύπτει,ὣς Ἑρμῆς Ἑκάεργον ἰδὼν ἀνέειλεν ἑαυτόν.