ἔμμεναι ἀνθρώπων χρηστήριον, αὐτὰρ ἔπειτα[τεύξασθαι νηούς τε καὶ ἄλσεα δενδρηέντα]πάντας ἐπʼ ἀνθρώπους, ἐπεὶ ἦ πολυώνυμος ἔσται.ὣς ἄρ ἔφη· Λητὼ δὲ θεῶν μέγαν ὅρκον ὄμοσσε·ἴστω νῦν τάδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθενκαὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅστε μέγιστοςὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσιν·ἦ μὴν Φοίβου τῇδε θυώδης ἔσσεται αἰεὶβωμὸς καὶ τέμενος, τίσει δέ σέ γʼ ἔξοχα πάντων.αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,Δῆλος μὲν μάλα χαῖρε γονῇ ἑκάτοιο ἄνακτος·Λητὼ δʼ ἐννῆμάρ τε καὶ ἐννέα νύκτας ἀέλπτοιςὠδίνεσσι πέπαρτο. θεαὶ δʼ ἔσαν ἔνδοθι πᾶσαι,ὅσσαι ἄρισται ἔασι, Διώνη τε Ῥείη τεἸχναίη τε Θέμις καὶ ἀγάστονος Ἀμφιτρίτηἄλλαι τʼ ἀθάναται νόσφιν λευκωλένου Ἥρης·ἧστο γὰρ ἐν μεγάροισι Διὸς νεφεληγερέταο·μούνη δʼ οὐκ ἐπέπυστο μογοστόκος Εἰλείθυια·ἧστο γὰρ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν,Ἥρης φραδμοσύνης λευκωλένου, ἥ μιν ἔρυκεζηλοσύνῃ, ὅτʼ ἄρʼ υἱὸν ἀμύμονά τε κρατερόν τεΛητὼ τέξεσθαι καλλιπλόκαμος τότʼ ἔμελλεν.αἳ δʼ Ἶριν προὔπεμψαν ἐυκτιμένης ἀπὸ νήσου,ἀξέμεν Εἰλείθυιαν, ὑποσχόμεναι μέγαν ὅρμον,χρυσείοισι λίνοισιν ἐερμένον, ἐννεάπηχυν·νόσφιν δʼ ἤνωγον καλέειν λευκωλένου Ἥρης,μή μιν ἔπειτʼ ἐπέεσσιν ἀποστρέψειεν ἰοῦσαν.αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε ποδήνεμος ὠκέα Ἶρις,βῆ ῥα θέειν, ταχέως δὲ διήνυσε πᾶν τὸ μεσηγύ.αὐτὰρ ἐπεί ῥʼ ἵκανε θεῶν ἕδος, αἰπὺν Ὄλυμπον,αὐτίκʼ ἄρʼ Εἰλείθυιαν ἀπὲκ μεγάροιο θύραζεἐκπροκαλεσσαμένη ἔπεα πτερόεντα προσηύδα,πάντα μάλʼ, ὡς ἐπέτελλον Ὀλύμπια δώματʼ ἔχουσαι.τῇ δʼ ἄρα θυμὸν ἔπειθεν ἐνὶ στήθεσσι φίλοισι·βὰν δὲ ποσὶ τρήρωσι πελειάσιν ἴθμαθʼ ὁμοῖαι.εὖτʼ ἐπὶ Δήλου ἔβαινε μογοστόκος Εἰλείθυια,δὴ τότε τὴν τόκος εἷλε, μενοίνησεν δὲ τεκέσθαι.ἀμφὶ δὲ φοίνικι βάλε πήχεε, γοῦνα δʼ ἔρεισελειμῶνι μαλακῷ· μείδησε δὲ γαῖʼ ὑπένερθεν·ἐκ δʼ ἔθορε πρὸ φόωσδε· θεαὶ δʼ ὀλόλυξαν ἅπασαι.