καὶ Σάμος ὑδρηλὴ Μυκάλης τʼ αἰπεινὰ κάρηναΜίλητός τε Κόως τε, πόλις Μερόπων ἀνθρώπων,καὶ Κνίδος αἰπεινὴ καὶ Κάρπαθος ἠνεμόεσσαΝάξος τʼ ἠδὲ Πάρος Ῥήναιά τε πετρήεσσα,τόσσον ἔπʼ ὠδίνουσα Ἑκηβόλον ἵκετο Λητώ,εἴ τίς οἱ γαιέων υἱεῖ θέλοι οἰκία θέσθαι.αἳ δὲ μάλʼ ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτληΦοῖβον δέξασθαι, καὶ πιοτέρη περ ἐοῦσα·πρίν γʼ ὅτε δή ῥʼ ἐπὶ Δήλου ἐβήσατο πότνια Λητὼκαί μιν ἀνειρομένη ἔπεα πτερόεντα προσηύδα·δῆλʼ, εἰ γάρ κʼ ἐθέλοις ἕδος ἔμμεναι υἷος ἐμοῖο,Φοίβου Ἀπόλλωνος, θέσθαι τʼ ἔνι πίονα νηόν, —ἄλλος δʼ οὔτις σεῖό ποθʼ ἅψεται, οὐδέ σε λήσει·οὐδʼ εὔβων σέ γʼ ἔσεσθαι ὀίομαι οὔτʼ εὔμηλον,οὐδὲ τρύγην οἴσεις οὔτʼ ἂρ φυτὰ μυρία φύσεις.εἰ δέ κʼ Ἀπόλλωνος ἑκαέργου νηὸν ἔχῃσθα,ἄνθρωποί τοι πάντες ἀγινήσουσʼ ἑκατόμβαςἐνθάδʼ ἀγειρόμενοι, κνίσση δέ τοι ἄσπετος αἰεὶδημοῦ ἀναΐξει βοσκήσεις θʼ οἵ κέ σʼ ἔχωσιχειρὸς ἀπʼ ἀλλοτρίης, ἐπεὶ οὔ τοι πῖαρ ὑπʼ οὖδας.ὣς φάτο· χαῖρε δὲ Δῆλος, ἀμειβομένη δὲ προσηύδα·Λητοῖ, κυδίστη θύγατερ μεγάλου Κοίοιο,ἀσπασίη κεν ἐγώ γε γονὴν ἑκάτοιο ἄνακτοςδεξαίμην· αἰνῶς γὰρ ἐτήτυμόν εἰμι δυσηχὴςἀνδράσιν· ὧδε δέ κεν περιτιμήεσσα γενοίμην.ἀλλὰ τόδε τρομέω, Λητοῖ, ἔπος, οὐδέ σε κεύσω·λίην γάρ τινά φασιν ἀτάσθαλον Ἀπόλλωναἔσσεσθαι, μέγα δὲ πρυτανευσέμεν ἀθανάτοισικαὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.τῷ ῥʼ αἰνῶς δείδοικα κατὰ φρένα καὶ κατὰ θυμόν,μή, ὁπότʼ ἂν τὸ πρῶτον ἴδῃ φάος ἠελίοιο,νῆσον ἀτιμήσας, ἐπεὶ ἦ κραναήπεδός εἰμι,ποσσὶ καταστρέψας ὤσῃ ἁλὸς ἐν πελάγεσσιν,ἔνθʼ ἐμὲ μὲν μέγα κῦμα κατὰ κρατὸς ἅλις αἰεὶκλύσσει· ὃ δʼ ἄλλην γαῖαν ἀφίξεται, ἥ κεν ἅδῃ οἱ,τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα·πουλύποδες δʼ ἐν ἐμοὶ θαλάμας φῶκαί τε μέλαιναιοἰκία ποιήσονται ἀκηδέα, χήτεϊ λαῶν.ἀλλʼ εἴ μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι,ἐνθάδε μιν πρῶτον τεύξειν περικαλλέα νηὸν