ἔνθα σέ, ἤιε Φοῖβε, θεαὶ λόον ὕδατι καλῷἁγνῶς καὶ καθαρῶς, σπάρξαν δʼ ἐν φάρεϊ λευκῷ,λεπτῷ, νηγατέῳ· περὶ δὲ χρύσεον στρόφον ἧκαν.οὐδʼ ἄρʼ Ἀπόλλωνα χρυσάορα θήσατο μήτηρ,ἀλλὰ Θέμις νέκταρ τε καὶ ἀμβροσίην ἐρατεινὴνἀθανάτῃσιν χερσὶν ἐπήρξατο· χαῖρε δὲ Λητώ,οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτεν.αὐτὰρ ἐπεὶ δή, Φοῖβε, κατέβρως ἄμβροτον εἶδαρ,οὔ σέ γʼ ἔπειτʼ ἴσχον χρύσεοι στρόφοι ἀσπαίροντα,οὐδʼ ἔτι δέσματʼ ἔρυκε, λύοντο δὲ πείρατα πάντα.αὐτίκα δʼ ἀθανάτῃσι μετηύδα Φοῖβος Ἀπόλλων·εἴη μοι κίθαρίς τε φίλη καὶ καμπύλα τόξα,χρήσω δʼ ἀνθρώποισι Διὸς νημερτέα βουλήν.ὣς εἰπὼν ἐβίβασκεν ἐπὶ χθονὸς εὐρυοδείηςΦοῖβος ἀκερσεκόμης, ἑκατηβόλος· αἳ δʼ ἄρα πᾶσαιθάμβεον ἀθάναται· χρυσῷ δʼ ἄρα Δῆλος ἅπασα[βεβρίθει, καθορῶσα Διὸς Λητοὺς τε γενέθλην,γηθοσύνῃ, ὅτι μιν θεὸς εἵλετο οἰκία θέσθαινήσων ἠπείρου τε, φίλησε δὲ κηρόθι μᾶλλον.]ἤνθησʼ, ὡς ὅτε τε ῥίον οὔρεος ἄνθεσιν ὕλης.αὐτὸς δʼ, ἀργυρότοξε, ἄναξ ἑκατηβόλʼ Ἄπολλον,ἄλλοτε μέν τʼ ἐπὶ Κύνθου ἐβήσαο παιπαλόεντος,ἄλλοτε δʼ ἂν νήσους τε καὶ ἀνέρας ἠλάσκαζες.πολλοί τοι νηοί τε καὶ ἄλσεα δενδρήεντα·πᾶσαι δὲ σκοπιαί τε φίλαι καὶ πρώονες ἄκροιὑψηλῶν ὀρέων ποταμοί θʼ ἅλαδε προρέοντες·ἀλλὰ σὺ Δήλῳ, Φοῖβε, μάλιστʼ ἐπιτέρπεαι ἦτορ,ἔνθα τοι ἑλκεχίτωνες Ἰάονες ἠγερέθονταιαὐτοῖς σὺν παίδεσσι καὶ αἰδοίῃς ἀλόχοισιν.οἱ δέ σε πυγμαχίῃ τε καὶ ὀρχηθμῷ καὶ ἀοιδῇμνησάμενοι τέρπουσιν, ὅτʼ ἂν στήσωνται ἀγῶνα.φαίη κʼ ἀθανάτους καὶ ἀγήρως ἔμμεναι αἰεί,ὃς τόθʼ ὑπαντιάσειʼ, ὅτʼ Ἰάονες ἀθρόοι εἶεν·πάντων γάρ κεν ἴδοιτο χάριν, τέρψαιτο δὲ θυμὸνἄνδρας τʼ εἰσορόων καλλιζώνους τε γυναῖκαςνῆάς τʼ ὠκείας ἠδʼ αὐτῶν κτήματα πολλά.πρὸς δὲ τόδε μέγα θαῦμα, ὅου κλέος οὔποτʼ ὀλεῖται,κοῦραι Δηλιάδες, ἑκατηβελέταο θεράπναι·αἵ τʼ ἐπεὶ ἂρ πρῶτον μὲν Ἀπόλλωνʼ ὑμνήσωσιν,αὖτις δʼ αὖ Λητώ τε καὶ Ἄρτεμιν ἰοχέαιραν,