μνήσομαι οὐδὲ λάθωμαι Ἀπόλλωνος ἑκάτοιο,ὅντε θεοὶ κατὰ δῶμα Διὸς τρομέουσιν ἰόντα·καί ῥά τʼ ἀναΐσσουσιν ἐπὶ σχεδὸν ἐρχομένοιοπάντες ἀφʼ ἑδράων, ὅτε φαίδιμα τόξα τιταίνει.Λητὼ δʼ οἴη μίμνε παραὶ Διὶ τερπικεραύνῳ,ἥ ῥα βιόν τʼ ἐχάλασσε καὶ ἐκλήισσε φαρέτρην,καί οἱ ἀπʼ ἰφθίμων ὤμων χείρεσσιν ἑλοῦσατόξα κατεκρέμασε πρὸς κίονα πατρὸς ἑοῖοπασσάλου ἐκ χρυσέου· τὸν δʼ ἐς θρόνον εἷσεν ἄγουσα.τῷ δʼ ἄρα νέκταρ ἔδωκε πατὴρ δέπαϊ χρυσείῳδεικνύμενος φίλον υἱόν· ἔπειτα δὲ δαίμονες ἄλλοιἔνθα καθίζουσιν· χαίρει δέ τε πότνια Λητώ,οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτε.χαῖρε, μάκαιρʼ ὦ Λητοῖ, ἐπεὶ τέκες ἀγλαὰ τέκνα,Ἀπόλλωνά τʼ ἄνακτα καὶ Ἄρτεμιν ἰοχέαιραν,τὴν μὲν ἐν Ὀρτυγίῃ, τὸν δὲ κραναῇ ἐνὶ Δήλῳ,κεκλιμένη πρὸς μακρὸν ὄρος καὶ Κύνθιον ὄχθον,ἀγχοτάτω φοίνικος, ἐπʼ Ἰνωποῖο ῥεέθροις.πῶς τʼ ἄρ σʼ ὑμνήσω πάντως εὔυμνον ἐόντα;πάντη γάρ τοι, Φοῖβε, νόμοι βεβλήατʼ ἀοιδοῖς,ἠμὲν ἀνʼ ἤπειρον πορτιτρόφον ἠδʼ ἀνὰ νήσους·πᾶσαι δὲ σκοπιαί τοι ἅδον καὶ πρώονες ἄκροιὑψηλῶν ὀρέων ποταμοί θʼ ἅλαδε προρέοντεςἀκταί τʼ εἰς ἅλα κεκλιμέναι λιμένες τε θαλάσσης.ἦ ὥς σε πρῶτον Λητὼ τέκε, χάρμα βροτοῖσι,κλινθεῖσα πρὸς Κύνθου ὄρος κραναῇ ἐνὶ νήσῳ,Δήλῳ ἐν ἀμφιρύτῃ; ἑκάτερθε δὲ κῦμα κελαινὸνἐξῄει χέρσονδε λιγυπνοίοις ἀνέμοισιν,ἔνθεν ἀπορνύμενος πᾶσι θνητοῖσιν ἀνάσσεις.ὅσσους Κρήτη τʼ ἐντὸς ἔχει καὶ δῆμος Ἀθηνῶννῆσός τʼ Αἰγίνη ναυσικλειτή τʼ Εὔβοια,Αἰγαί, Πειρεσίαι τε καὶ ἀγχιάλη ΠεπάρηθοςΘρηίκιός τʼ Ἀθόως καὶ Πηλίου ἄκρα κάρηναΘρηικίη τε Σάμος Ἴδης τʼ ὄρεα σκιόεντα,Σκῦρος καὶ Φώκαια καὶ Αὐτοκάνης ὄρος αἰπύ,Ἴμβρος τʼ εὐκτιμένη καὶ Λῆμνος ἀμιχθαλόεσσαΛέσβος τʼ ἠγαθέη, Μάκαρος ἕδος Αἰολίωνος,καὶ Χίος, ἣ νήσων λιπαρωτάτη εἰν ἁλὶ κεῖται,παιπαλόεις τε Μίμας καὶ Κωρύκου ἄκρα κάρηνακαὶ Κλάρος αἰγλήεσσα καὶ Αἰσαγέης ὄρος αἰπὺ