ἔς τε πόλιν ἐρατὴν καὶ δώματα καλὰ ἕκαστοςἔς τε φίλας ἀλόχους· ἀλλʼ ἐνθάδε πίονα νηὸνἕξετʼ ἐμὸν πολλοῖσι τετιμένον ἀνθρώποισιν.εἰμὶ δʼ ἐγὼ Διὸς υἱός, Ἀπόλλων δʼ εὔχομαι εἶναι·ὑμέας δʼ ἤγαγον ἐνθάδʼ ὑπὲρ μέγα λαῖτμα θαλάσσης,οὔ τι κακὰ φρονέων, ἀλλʼ ἐνθάδε πίονα νηὸνἕξετʼ ἐμὸν πᾶσιν μάλα τίμιον ἀνθρώποισι,βουλάς τʼ ἀθανάτων εἰδήσετε, τῶν ἰότητιαἰεὶ τιμήσεσθε διαμπερὲς ἤματα πάντα.ἀλλʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πείθεσθε τάχιστα·ἱστία μὲν πρῶτον κάθετον λύσαντε βοείας,νῆα δʼ ἔπειτα θοὴν μὲν ἐπʼ ἠπείρου ἐρύσασθε,ἐκ δὲ κτήμαθʼ ἕλεσθε καὶ ἔντεα νηὸς ἐίσηςκαὶ βωμὸν ποιήσατʼ ἐπὶ ῥηγμῖνι θαλάσσης·πῦρ δʼ ἐπικαίοντες ἐπί τʼ ἄλφιτα λευκὰ θύοντεςεὔχεσθαι δὴ ἔπειτα παριστάμενοι περὶ βωμόν.ὡς μὲν ἐγὼ τὸ πρῶτον ἐν ἠεροειδέι πόντῳεἰδόμενος δελφῖνι θοῆς ἐπὶ νηὸς ὄρουσα,ὣς ἐμοὶ εὔχεσθαι Δελφινίῳ· αὐτὰρ ὁ βωμὸςαὐτὸς Δελφίνιος καὶ ἐπόψιος ἔσσεται αἰεί.δειπνῆσαί τʼ ἄρʼ ἔπειτα θοῇ παρὰ νηὶ μελαίνῃκαὶ σπεῖσαι μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν.αὐτὰρ ἐπὴν σίτοιο μελίφρονος ἐξ ἔρον ἧσθε,ἔρχεσθαί θʼ ἅμʼ ἐμοὶ καὶ ἰηπαιήονʼ ἀείδειν,εἰς ὅ κε χῶρον ἵκησθον, ἵνʼ ἕξετε πίονα νηόν.ὣς ἔφαθʼ· οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο.ἱστία μὲν πρῶτον κάθεσαν, λῦσαν δὲ βοείας,ἱστὸν δʼ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες·ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης.ἐκ δʼ ἁλὸς ἤπειρόνδε θοὴν ἀνὰ νῆʼ ἐρύσαντοὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δʼ ἕρματα μακρὰ τάνυσσαν·καὶ βωμὸν ποίησαν ἐπὶ ῥηγμῖνι θαλάσσης·πῦρ δʼ ἐπικαίοντες ἐπί τʼ ἄλφιτα λευκὰ θύοντεςεὔχονθʼ, ὡς ἐκέλευε, παριστάμενοι περὶ βωμόν.δόρπον ἔπειθʼ εἵλοντο θοῇ παρὰ νηὶ μελαίνῃκαὶ σπεῖσαν μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν.αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,βάν ῥʼ ἴμεν· ἦρχε δʼ ἄρα σφιν ἄναξ Διὸς υἱὸς Ἀπόλλων,φόρμιγγʼ ἐν χείρεσσιν ἔχων, ἐρατὸν κιθαρίζων,καλὰ καὶ ὕψι βιβάς· οἳ δὲ ῥήσσοντες ἕποντο