ἔπλεον· ἡγεμόνευε δʼ ἄναξ Διὸς υἱὸς Ἀπόλλων·ἷξον δʼ ἐς Κρίσην εὐδείελον, ἀμπελόεσσαν,ἐς λιμένʼ· ἣ δʼ ἀμάθοισιν ἐχρίμψατο ποντοπόρος νηῦς.ἔνθʼ ἐκ νηὸς ὄρουσε ἄναξ ἑκάεργος Ἀπόλλων,ἀστέρι εἰδόμενος μέσῳ ἤματι· τοῦ δʼ ἀπὸ πολλαὶσπινθαρίδες πωτῶντο, σέλας δʼ εἰς οὐρανὸν ἷκεν·ἐς δʼ ἄδυτον κατέδυσε διὰ τριπόδων ἐριτίμων.ἔνθʼ ἄρʼ ὅ γε φλόγα δαῖε πιφαυσκόμενος τὰ ἃ κῆλα·πᾶσαν δὲ Κρίσην κάτεχεν σέλας· αἳ δʼ ὀλόλυξανΚρισαίων ἄλοχοι καλλίζωνοί τε θύγατρεςΦοίβου ὑπὸ ῥιπῆς· μέγα γὰρ δέος ἔμβαλʼ ἑκάστῳ.ἔνθεν δʼ αὖτʼ ἐπὶ νῆα νόημʼ ὣς ἆλτο πέτεσθαι,ἀνέρι εἰδόμενος αἰζηῷ τε κρατερῷ τε,πρωθήβῃ, χαίτῃς εἰλυμένος εὐρέας ὤμους·καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα;ἤ τι κατὰ πρῆξιν ἢ μαψιδίως ἀλάλησθεοἷά τε ληιστῆρες ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνταιψυχὰς παρθέμενοι, κακὸν ἀλλοδαποῖσι φέροντες;τίφθʼ οὕτως ἧσθον τετιηότες, οὐδʼ ἐπὶ γαῖανἐκβῆτʼ, οὐδὲ καθʼ ὅπλα μελαίνης νηὸς ἔθεσθε;αὕτη μέν γε δίκη πέλει ἀνδρῶν ἀλφηστάων,ὁππότʼ ἂν ἐκ πόντοιο ποτὶ χθονὶ νηὶ μελαίνῃἔλθωσιν καμάτῳ ἀδηκότες, αὐτίκα δέ σφεαςσίτοιο γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ.ὣς φάτο καί σφιν θάρσος ἐνὶ στήθεσσιν ἔθηκε.τὸν καὶ ἀμειβόμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα·ξεῖνʼ, ἐπεὶ οὐ μὲν γάρ τι καταθνητοῖσι ἔοικας,οὐ δέμας οὐδὲ φυήν, ἀλλʼ ἀθανάτοισι θεοῖσιν,οὖλέ τε καὶ μέγα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ εὖ εἰδῶ·τίς δῆμος; τίς γαῖα; τίνες βροτοὶ ἐγγεγάασιν;ἄλλῃ γὰρ φρονέοντες ἐπεπλέομεν μέγα λαῖτμαἐς Πύλον ἐκ Κρήτης, ἔνθεν γένος εὐχόμεθʼ εἶναι·νῦν δʼ ὧδε ξὺν νηὶ κατήλθομεν οὔ τι ἑκόντες,νόστου ἱέμενοι, ἄλλην ὁδόν, ἄλλα κέλευθα·ἀλλά τις ἀθανάτων δεῦρʼ ἤγαγεν οὐκ ἐθέλοντας.τοὺς δʼ ἀπαμειβόμενος προσέφη ἑκάεργος Ἀπόλλων·ξεῖνοι, τοὶ Κνωσὸν πολυδένδρεον ἀμφενέμεσθετὸ πρίν, ἀτὰρ νῦν οὐκ ἔθʼ ὑπότροποι αὖτις ἔσεσθε