Κρῆτες πρὸς Πυθὼ καὶ ἰηπαιήονʼ ἄειδον,οἷοί τε Κρητῶν παιήονες, οἷσί τε Μοῦσαἐν στήθεσσιν ἔθηκε θεὰ μελίγηρυν ἀοιδήν.ἄκμητοι δὲ λόφον προσέβαν ποσίν, αἶψα δʼ ἵκοντοΠαρνησὸν καὶ χῶρον ἐπήρατον, ἔνθʼ ἄρʼ ἔμελλονοἰκήσειν πολλοῖσι τετιμένοι ἀνθρώποισι·δεῖξε δʼ ἄγων ἄδυτον ζάθεον καὶ πίονα νηόν.τῶν δʼ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι·τὸν καὶ ἀνειρόμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα·ὦ ἄνα, εἰ δὴ τῆλε φίλων καὶ πατρίδος αἴηςἤγαγες· οὕτω που τῷ σῷ φίλον ἔπλετο θυμῷ·πῶς καὶ νῦν βιόμεσθα; τό σε φράζεσθαι ἄνωγμεν.οὔτε τρυγηφόρος ἥδε γʼ ἐπήρατος οὔτʼ εὐλείμων,ὥστʼ ἀπό τʼ εὖ ζώειν καὶ ἅμʼ ἀνθρώποισιν ὀπάζειν.τοὺς δʼ ἐπιμειδήσας προσέφη Διὸς υἱὸς Ἀπόλλων·νήπιοι ἄνθρωποι, δυστλήμονες, οἳ μελεδῶναςβούλεσθʼ ἀργαλέους τε πόνους καὶ στείνεα θυμῷ·ῥηίδιον ἔπος ὔμμʼ ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω,δεξιτερῇ μάλʼ ἕκαστος ἔχων ἐν χειρὶ μάχαιραν,σφάζειν αἰεὶ μῆλα· τὰ δʼ ἄφθονα πάντα παρέσται,ὅσσα τʼ ἐμοί κʼ ἀγάγωσι περικλυτὰ φῦλʼ ἀνθρώπων·νηὸν δὲ προφύλαχθε, δέδεχθε δὲ φῦλʼ ἀνθρώπωνἐνθάδʼ ἀγειρομένων καὶ ἐμὴν ἰθύν τε μάλιστα.[δείκνυσθε θνητοῖσι· σὺ δὲ φρεσὶ δέξο θέμιστα.εἰ δέ τις ἀφραδίῃς οὐ πείσεται, ἀλλʼ ἀλογήσει]ἠέ τι τηΰσιον ἔπος ἔσσεται ἠέ τι ἔργονὕβρις θʼ, ἣ θέμις ἐστὶ καταθνητῶν ἀνθρώπων,ἄλλοι ἔπειθʼ ὑμῖν σημάντορες ἄνδρες ἔσονται,τῶν ὑπʼ ἀναγκαίῃ δεδμήσεσθʼ ἤματα πάντα.εἴρηταί τοι πάντα· σὺ δὲ φρεσὶ σῇσι φύλαξαι.καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Λητοῦς υἱέ·αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομʼ ἀοιδῆς.