ἐς Πύλον ἠμαθόεντα Πυλοιγενέας τʼ ἀνθρώπουςἔπλεον· αὐτὰρ ὃ τοῖσι συνήντετο Φοῖβος Ἀπόλλων·ἐν πόντῳ δʼ ἐπόρουσε δέμας δελφῖνι ἐοικὼςνηὶ θοῇ καὶ κεῖτο πέλωρ μέγα τε δεινόν τε·τῶν δʼ οὔτις κατὰ θυμὸν ἐπεφράσαθʼ ὥστε νοῆσαι[ἐκβάλλειν δʼ ἔθελον δελφῖνʼ· ὁ δὲ νῆα μέλαιναν]πάντοσʼ ἀνασσείσασκε, τίνασσε δὲ νήια δοῦρα.οἳ δʼ ἀκέων ἐνὶ νηὶ καθήατο δειμαίνοντες·οὐδʼ οἵ γʼ ὅπλʼ ἔλυον κοίλην ἀνὰ νῆα μέλαιναν,οὐδʼ ἔλυον λαῖφος νηὸς κυανοπρώροιο,ἀλλʼ ὡς τὰ πρώτιστα κατεστήσαντο βοεῦσιν,ὣς ἔπλεον· κραιπνὸς δὲ Νότος κατόπισθεν ἔπειγενῆα θοήν· πρῶτον δὲ παρημείβοντο Μάλειαν,πὰρ δὲ Λακωνίδα γαῖαν ἁλιστέφανον πτολίεθρονἷξον καὶ χῶρον τερψιμβρότου Ἠελίοιο,Ταίναρον, ἔνθα τε μῆλα βαθύτριχα βόσκεται αἰεὶἨελίοιο ἄνακτος, ἔχει δʼ ἐπιτερπέα χῶρον.οἳ μὲν ἄρʼ ἔνθʼ ἔθελον νῆα σχεῖν ἠδʼ ἀποβάντεςφράσσασθαι μέγα θαῦμα καὶ ὀφθαλμοῖσιν ἰδέσθαι,εἰ μενέει νηὸς γλαφυρῆς δαπέδοισι πέλωρονἢ εἰς οἶδμʼ ἅλιον πολυΐχθυον αὖτις ὀρούσει.ἀλλʼ οὐ πηδαλίοισιν ἐπείθετο νηῦς εὐεργής,ἀλλὰ παρὲκ Πελοπόννησον πίειραν ἔχουσαἤιʼ ὁδόν· πνοιῇ δὲ ἄναξ ἑκάεργος Ἀπόλλωνῥηιδίως ἴθυνʼ· ἣ δὲ πρήσσουσα κέλευθονἈρήνην ἵκανε καὶ Ἀργυφέην ἐρατεινὴνκαὶ Θρύον, Ἀλφειοῖο πόρον, καὶ ἐύκτιτον Αἶπυκαὶ Πύλον ἠμαθόεντα Πυλοιγενέας τʼ ἀνθρώπους.βῆ δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καὶ παρὰ Δύμηνἠδὲ παρʼ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.εὖτε Φερὰς ἐπέβαλλεν, ἀγαλλομένη Διὸς οὔρῳ,καί σφιν ὑπὲκ νεφέων Ἰθάκης τʼ ὄρος αἰπὺ πέφαντοΔουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος.ἀλλʼ ὅτε δὴ Πελοπόννησον παρενίσατο πᾶσανκαὶ δὴ ἐπὶ Κρίσης κατεφαίνετο κόλπος ἀπείρων,ὅστε διὲκ Πελοπόννησον πίειραν ἐέργει·ἦλθʼ ἄνεμος Ζέφυρος μέγας, αἴθριος, ἐκ Διὸς αἴσης,λάβρος ἐπαιγίζων ἐξ αἰθέρος, ὄφρα τάχιστανηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ.ἄψορροι δὴ ἔπειτα πρὸς ἠῶ τʼ ἠέλιόν τε