καρτερόν· ἣ δʼ ὀδύνῃσιν ἐρεχθομένη χαλεπῇσικεῖτο μέγʼ ἀσθμαίνουσα κυλινδομένη κατὰ χῶρον.θεσπεσίη δʼ ἐνοπὴ γένετʼ ἄσπετος· ἣ δὲ καθʼ ὕληνπυκνὰ μάλʼ ἔνθα καὶ ἔνθα ἑλίσσετο, λεῖπε δὲ θυμὸνφοινὸν ἀποπνείουσʼ· ὃ δʼ ἐπηύξατο Φοῖβος Ἀπόλλων·ἐνταυθοῖ νῦν πύθευ ἐπὶ χθονὶ βωτιανείρῃ·οὐδὲ σύ γε ζώουσα κακὸν δήλημα βροτοῖσινἔσσεαι, οἳ γαίης πολυφόρβου καρπὸν ἔδοντεςἐνθάδʼ ἀγινήσουσι τεληέσσας ἑκατόμβας·οὐδέ τί τοι θάνατόν γε δυσηλεγέʼ οὔτε Τυφωεὺςἀρκέσει οὔτε Χίμαιρα δυσώνυμος, ἀλλά σέ γʼ αὐτοῦπύσει Γαῖα μέλαινα καὶ ἠλέκτωρ Ὑπερίων.ὣς φάτʼ ἐπευχόμενος· τὴν δὲ σκότος ὄσσε κάλυψε.τὴν δʼ αὐτοῦ κατέπυσʼ ἱερὸν μένος Ἠελίοιο,ἐξ οὗ νῦν Πυθὼ κικλήσκεται· οἳ δὲ ἄνακταΠύθιον ἀγκαλέουσιν ἐπώνυμον, οὕνεκα κεῖθιαὐτοῦ πῦσε πέλωρ μένος ὀξέος Ἠελίοιο.καὶ τότʼ ἄρʼ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ Φοῖβος Ἀπόλλων,οὕνεκά μιν κρήνη καλλίρροος ἐξαπάφησε·βῆ δʼ ἐπὶ Τελφούσῃ κεχολωμένος, αἶψα δʼ ἵκανε·στῆ δὲ μάλʼ ἄγχʼ αὐτῆς καί μιν πρὸς μῦθον ἔειπε·Τελφοῦσʼ, οὐκ ἄρʼ ἔμελλες ἐμὸν νόον ἐξαπαφοῦσαχῶρον ἔχουσʼ ἐρατὸν προρέειν καλλίρροον ὕδωρ.ἐνθάδε δὴ καὶ ἐμὸν κλέος ἔσσεται, οὐδὲ σὸν οἴης.ἦ καὶ ἐπὶ ῥίον ὦσε ἄναξ ἑκάεργος Ἀπόλλωνπετραίῃς προχυτῇσιν, ἀπέκρυψεν δὲ ῥέεθρακαὶ βωμὸν ποιήσατʼ ἐν ἄλσεϊ δενδρήεντι,ἄγχι μάλα κρήνης καλλιρρόου· ἔνθαδʼ ἄνακτιπάντες ἐπίκλησιν Τελφουσίῳ εὐχετόωνται,οὕνεκα Τελφούσης ἱερῆς ᾔσχυνε ῥέεθρα.καὶ τότε δὴ κατὰ θυμὸν ἐφράζετο Φοῖβος Απόλλων,οὕστινας ἀνθρώπους ὀργείονας εἰσαγάγοιτο,οἳ θεραπεύσονται Πυθοῖ ἔνι πετρηέσσῃ·ταῦτʼ ἄρα ὁρμαίνων ἐνόησʼ ἐπὶ οἴνοπι πόντῳνῆα θοήν· ἐν δʼ ἄνδρες ἔσαν πολέες τε καὶ ἐσθλοί,Κρῆτες ἀπὸ Κνωσοῦ Μινωίου, οἵ ῥα ἄνακτιἱερά τε ῥέζουσι καὶ ἀγγέλλουσι θέμισταςφοίβου Ἀπόλλωνος χρυσαόρου, ὅττι κεν εἴπῃχρείων ἐκ δάφνης γυάλων ὕπο Παρνησοῖο.οἳ μὲν ἐπὶ πρῆξιν καὶ χρήματα νηὶ μελαίνῃ