ἀλλά ἑ Νηρῆος θυγάτηρ Θέτις ἀργυρόπεζαδέξατο καὶ μετὰ ᾗσι κασιγνήτῃσι κόμισσεν.ὡς ὄφελʼ ἄλλο θεοῖσι χαρίζεσθαι μακάρεσσι.σχέτλιε, ποικιλομῆτα, τί νῦν μητίσεαι ἄλλο;πῶς ἔτλης οἶος τεκέειν γλαυκῶπιν Ἀθήνην;οὐκ ἂν ἐγὼ τεκόμην; καὶ σὴ κεκλημένη ἔμπηςἦα ῥʼ ἐν ἀθανάτοισιν, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.φράζεο νῦν μή τοί τι κακὸν μητίσομʼ ὀπίσσω.καὶ νῦν μέντοι ἐγὼ τεχνήσομαι, ὥς κε γένηταιπαῖς ἐμός, ὅς κε θεοῖσι μεταπρέποι ἀθανάτοισιν,οὔτε σὸν αἰσχύνασʼ ἱερὸν λέχος οὔτʼ ἐμὸν αὐτῆς.οὐδέ τοι εἰς εὐνὴν πωλήσομαι, ἀλλʼ ἀπὸ σεῖοτηλόθʼ ἐοῦσα θεοῖσι μετέσσομαι ἀθανάτοισιν.ὣς εἰποῦσʼ ἀπὸ νόσφι θεῶν κίε χωομένη κῆρ.αὐτίκʼ ἔπειτʼ ἠρᾶτο βοῶπις πότνια Ἥρη,χειρὶ καταπρηνεῖ δʼ ἔλασε χθόνα καὶ φάτο μῦθον·κέκλυτε νῦν μευ, Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθενΤιτῆνές τε θεοί, τοὶ ὑπὸ χθονὶ ναιετάοντεςΤάρταρον ἀμφὶ μέγαν, τῶν ἒξ ἄνδρες τε θεοί τε·αὐτοὶ νῦν μευ πάντες ἀκούσατε καὶ δότε παῖδανόσφι Διός, μηδέν τι βίην ἐπιδευέα κείνου·ἀλλʼ ὅ γε φέρτερος ἔστω, ὅσον Κρόνου εὐρύοπα Ζεύς.ὣς ἄρα φωνήσασʼ ἵμασε χθόνα χειρὶ παχείῃ·κινήθη δʼ ἄρα Γαῖα φερέσβιος· ἣ δὲ ἰδοῦσατέρπετο ὃν κατὰ θυμόν· ὀίετο γὰρ τελέεσθαι.ἐκ τούτου δὴ ἔπειτα τελεσφόρον εἰς ἐνιαυτὸνοὔτε πότʼ εἰς εὐνὴν Διὸς ἤλυθε μητιόεντος,οὔτε πότʼ ἐς θῶκον πολυδαίδαλον, ὡς τὸ πάρος περαὐτῷ ἐφεζομένη πυκινὰς φραζέσκετο βουλάς·ἀλλʼ ἥ γʼ ἐν νηοῖσι πολυλλίστοισι μένουσατέρπετο οἷς ἱεροῖσι βοῶπις πότνια Ἥρη.ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντοἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,ἣ δʼ ἔτεκʼ οὔτε θεοῖς ἐναλίγκιον οὔτε βροτοῖσι,δεινόν τʼ ἀργαλέον τε Τυφάονα, πῆμα βροτοῖσιν.αὐτίκα τόνδε λαβοῦσα βοῶπις πότνια Ἥρηδῶκεν ἔπειτα φέρουσα κακῷ κακόν· ἣ δʼ ὑπέδεκτο.ὃς κακὰ πόλλʼ ἔρδεσκεν ἀγακλυτὰ φῦλʼ ἀνθρώπων·ὃς τῇ γʼ ἀντιάσειε, φέρεσκέ μιν αἴσιμον ἦμαρ,πρίν γέ οἱ ἰὸν ἐφῆκε ἄναξ ἑκάεργος Ἀπόλλων