ἐν καλῇ βήσσῃ Κηφισίδος ἐγγύθι λίμνης.ἔνθεν καρπαλίμως προσέβης πρὸς δειράδα θύωνἵκεο δʼ ἐς Κρίσην ὑπὸ Παρνησὸν νιφόεντα,κνημὸν πρὸς Ζέφυρον τετραμμένον, αὐτὰρ ὕπερθενπέτρη ἐπικρέμαται, κοίλη δʼ ὑποδέδρομε βῆσσα,τρηχεῖʼ· ἔνθα ἄναξ τεκμήρατο Φοῖβος Ἀπόλλωννηὸν ποιήσασθαι ἐπήρατον εἶπέ τε μῦθον·ἐνθάδε δὴ φρονέω τεῦξαι περικαλλέα νηὸνἔμμεναι ἀνθρώποις χρηστήριον, οἵτε μοι αἰεὶἐνθάδʼ ἀγινήσουσι τεληέσσας ἑκατόμβας,ἠμὲν ὅσοι Πελοπόννησον πίειραν ἔχουσιν,ἠδʼ ὅσοι Εὐρώπην τε καὶ ἀμφιρύτας κατὰ νήσους,χρησόμενοι· τοῖσιν δʼ ἄρʼ ἐγὼ νημερτέα βουλὴνπᾶσι θεμιστεύοιμι χρέων ἐνὶ πίονι νηῷ.ὣς εἰπὼν διέθηκε θεμείλια Φοῖβος Ἀπόλλωνεὐρέα καὶ μάλα μακρὰ διηνεκές· αὐτὰρ ἐπʼ αὐτοῖςλάινον οὐδὸν ἔθηκε Τροφώνιος ἠδʼ Ἀγαμήδης,υἱέες Ἐργίνου, φίλοι ἀθανάτοισι θεοῖσιν·ἀμφὶ δὲ νηὸν ἔνασσαν ἀθέσφατα φῦλʼ ἀνθρώπωνξεστοῖσιν λάεσσιν, ἀοίδιμον ἔμμεναι αἰεί.ἀγχοῦ δὲ κρήνη καλλίρροος, ἔνθα δράκαινανκτεῖνεν ἄναξ, Διὸς υἱός, ἀπὸ κρατεροῖο βιοῖο,ζατρεφέα, μεγάλην, τέρας ἄγριον, ἣ κακὰ πολλὰἀνθρώπους ἔρδεσκεν ἐπὶ χθονί, πολλὰ μὲν αὐτούς,πολλὰ δὲ μῆλα ταναύποδʼ, ἐπεὶ πέλε πῆμα δαφοινόν.καί ποτε δεξαμένη χρυσοθρόνου ἔτρεφεν Ἥρηςδεινόν τʼ ἀργαλέον τε Τυφάονα, πῆμα βροτοῖσιν·ὅν ποτʼ ἄρʼ Ἥρη ἔτικτε χολωσαμένη Διὶ πατρί,ἥνικʼ ἄρα Κρονίδης ἐρικυδέα γείνατʼ Ἀθήνηνἐν κορυφῇ· ἣ δʼ αἶψα χολώσατο πότνια Ἥρηἠδὲ καὶ ἀγρομένοισι μετʼ ἀθανάτοισιν ἔειπε·κέκλυτέ μευ, πάντες τε θεοὶ πᾶσαί τε θέαιναι,ὡς ἔμʼ ἀτιμάζειν ἄρχει νεφεληγερέτα Ζεὺςπρῶτος, ἐπεί μʼ ἄλοχον ποιήσατο κέδνʼ εἰδυῖαν·καὶ νῦν νόσφιν ἐμεῖο τέκε γλαυκῶπιν Ἀθήνην,ἣ πᾶσιν μακάρεσσι μεταπρέπει ἀθανάτοισιν·αὐτὰρ ὅ γʼ ἠπεδανὸς γέγονεν μετὰ πᾶσι θεοῖσιπαῖς ἐμὸς Ἥφαιστος, ῥικνὸς πόδας, ὃν τέκον αὐτή·[αἶσχος ἐμοὶ καὶ ὄνειδος ἐν οὐρανῷ ὅντε καὶ αὐτή]ῥῖψʼ ἀνὰ χερσὶν ἑλοῦσα καὶ ἔμβαλον εὐρέι πόντῳ·