Κηφισσὸν δʼ ἄρʼ ἔπειτα κιχήσαο καλλιρέεθρον,ὅς τε Λιλαίηθεν προχέει καλλίρροον ὕδωρ.τὸν διαβάς, Ἑκάεργε, καὶ Ὠκαλέην πολύπυργονἔνθεν ἄρʼ εἰς Ἁλίαρτον ἀφίκεο ποιήεντα.βῆς δʼ ἐπὶ Τελφούσης· τόθι τοι ἅδε χῶρος ἀπήμωντεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα·στῆς δὲ μάλʼ ἄγχʼ αὐτῆς καί μιν πρὸς μῦθον ἔειπες·Τελφοῦσʼ, ἐνθάδε δὴ φρονέω περικαλλέα νηὸνἀνθρώπων τεῦξαι χρηστήριον, οἵτε μοι αἰεὶἐνθάδʼ ἀγινήσουσι τεληέσσας ἑκατόμβας,ἠμὲν ὅσοι Πελοπόννησον πίειραν ἔχουσινἠδʼ ὅσοι Εὐρώπην τε καὶ ἀμφιρύτας κατὰ νήσους,χρησόμενοι· τοῖσιν δέ κʼ ἐγὼ νημερτέα βουλὴνπᾶσι θεμιστεύοιμι χρέων ἐνὶ πίονι νηῷ.ὣς εἰπὼν διέθηκε θεμείλια Φοῖβος Ἀπόλλωνεὐρέα καὶ μάλα μακρὰ διηνεκές· ἣ δὲ ἰδοῦσαΤελφοῦσα κραδίην ἐχολώσατο εἶπέ τε μῦθον·φοῖβε ἄναξ ἑκάεργε, ἔπος τί τοι ἐν φρεσὶ θήσω.ἐνθάδʼ ἐπεὶ φρονέεις τεῦξαι περικαλλέα νηὸνἔμμεναι ἀνθρώποις χρηστήριον, οἵτε τοι αἰεὶἐνθάδʼ ἀγινήσουσι τεληέσσας ἑκατόμβας·ἀλλʼ ἔκ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι,πημανέει σʼ αἰεὶ κτύπος ἵππων ὠκειάωνἀρδόμενοί τʼ οὐρῆες ἐμῶν ἱερῶν ἀπὸ πηγέων·ἔνθα τις ἀνθρώπων βουλήσεται εἰσοράασθαιἅρματά τʼ εὐποίητα καὶ ὠκυπόδων κτύπον ἵππωνἢ νηόν τε μέγαν καὶ κτήματα πόλλʼ ἐνεόντα.ἀλλʼ εἰ δή τι πίθοιο, σὺ δὲ κρείσσων καὶ ἀρείωνἐσσί, ἄναξ, ἐμέθεν, σεῦ δὲ σθένος ἐστὶ μέγιστον,ἐν Κρίσῃ ποίησαι ὑπὸ πτυχὶ Παρνησοῖο.ἔνθʼ οὔθʼ ἅρματα καλὰ δονήσεται οὔτε τοι ἵππωνὠκυπόδων κτύπος ἔσται ἐύδμητον περὶ βωμόν,ἀλλά τοι ὣς προσάγοιεν Ἰηπαιήονι δῶραἀνθρώπων κλυτὰ φῦλα· σὺ δὲ φρένας ἀμφιγεγηθὼςδέξαιʼ ἱερὰ καλὰ περικτιόνων ἀνθρώπων.ὣς εἰποῦσʼ Ἑκάτου πέπιθε φρένας, ὄφρα οἱ αὐτῇΤελφούσῃ κλέος εἴη ἐπὶ χθονί, μηδʼ Ἑκάτοιο.ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλʼ Ἄπολλον·ἷξες δʼ ἐς Φλεγύων ἀνδρῶν πόλιν ὑβριστάων,οἳ Διὸς οὐκ ἀλέγοντες ἐπὶ χθονὶ ναιετάασκον