ἐν δʼ αὖ τῇσιν Ἄρης καὶ ἐύσκοπος Ἀργειφόντηςπαίζουσʼ· αὐτὰρ ὁ Φοῖβος Ἀπόλλων ἐγκιθαρίζεικαλὰ καὶ ὕψι βιβάς· αἴγλη δέ μιν ἀμφιφαείνειμαρμαρυγαί τε ποδῶν καὶ ἐυκλώστοιο χιτῶνος.οἳ δʼ ἐπιτέρπονται θυμὸν μέγαν εἰσορόωντεςΛητώ τε χρυσοπλόκαμος καὶ μητίετα Ζεὺςυἷα φίλον παίζοντα μετʼ ἀθανάτοισι θεοῖσι.πῶς τʼ ἄρ σʼ ὑμνήσω πάντως εὔυμνον ἐόντα;ἠέ σʼ ἐνὶ μνηστῆρσιν ἀείδω καὶ φιλότητι,ὅππως μνωόμενος ἔκιες Ἀζαντίδα κούρηνἼσχυʼ ἅμʼ ἀντιθέῳ Ἐλατιονίδῃ εὐίππῳ;ἢ ἅμα Φόρβαντι Τριοπέῳ γένος, ἢ ἅμʼ Ἐρευθεῖ;ἢ ἅμα Λευκίππῳ καὶ Λευκίπποιο δάμαρτιπεζός, ὃ δʼ ἵπποισιν· οὐ μὴν Τρίοπός γʼ ἐνέλειπεν.ἢ ὡς τὸ πρῶτον χρηστήριον ἀνθρώποισιζητεύων κατὰ γαῖαν ἔβης, ἑκατηβόλʼ Ἄπολλον;Πιερίην μὲν πρῶτον ἀπʼ Οὐλύμποιο κατῆλθες·Λέκτον τʼ ἠμαθοέντα παρέστιχες ἠδʼ Ἐνιῆναςκαὶ διὰ Περραιβούς· τάχα δʼ εἰς Ἰαωλκὸν ἵκανες,Κηναίου τʼ ἐπέβης ναυσικλειτῆς Εὐβοίης.στῆς δʼ ἐπὶ Ληλάντῳ πεδίῳ· τό τοι οὐχ ἅδε θυμῷτεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα.ἔνθεν δʼ Εὔριπον διαβάς, ἑκατηβόλʼ Ἄπολλον,βῆς ἄνʼ ὄρος ζάθεον, χλωρόν· τάχα δʼ ἷξες ἀπʼ αὐτοῦἐς Μυκαλησσὸν ἰὼν καὶ Τευμησσὸν λεχεποίην.Θήβης δʼ εἰσαφίκανες ἕδος καταειμένον ὕλῃ·οὐ γάρ πώ τις ἔναιε βροτῶν ἱερῇ ἐνὶ Θήβῃ,οὐδʼ ἄρα πω τότε γʼ ἦσαν ἀταρπιτοὶ οὐδὲ κέλευθοιΘήβης ἂμ πεδίον πυρηφόρον, ἀλλʼ ἔχεν ὕλη.ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλʼ Ἄπολλον,Ὀγχηστὸν δʼ ἷξες, Ποσιδήιον ἀγλαὸν ἄλσος·ἔνθα νεοδμὴς πῶλος ἀναπνέει ἀχθόμενός περἕλκων ἅρματα καλά· χαμαὶ δʼ ἐλατὴρ ἀγαθός περἐκ δίφροιο θορὼν ὁδὸν ἔρχεται· οἳ δὲ τέως μὲνκείνʼ ὄχεα κροτέουσι ἀνακτορίην ἀφιέντες.εἰ δέ κεν ἅρματʼ ἀγῇσιν ἐν ἄλσεϊ δενδρήεντι,ἵππους μὲν κομέουσι, τὰ δὲ κλίναντες ἐῶσιν·ὣς γὰρ τὰ πρώτισθʼ ὁσίη γένεθʼ· οἳ δὲ ἄνακτιεὔχονται, δίφρον δὲ θεοῦ τότε μοῖρα φυλάσσει.ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλʼ Ἄπολλον·