μνησάμεναι ἀνδρῶν τε παλαιῶν ἠδὲ γυναικῶνὕμνον ἀείδουσιν, θέλγουσι δὲ φῦλʼ ἀνθρώπων.πάντων δʼ ἀνθρώπων φωνὰς καὶ βαμβαλιαστὺνμιμεῖσθʼ ἴσασιν· φαίη δέ κεν αὐτὸς ἕκαστοςφθέγγεσθʼ· οὕτω σφιν καλὴ συνάρηρεν ἀοιδή.ἀλλʼ ἄγεθʼ ἱλήκοι μὲν Ἀπόλλων Ἀρτέμιδι ξύν,χαίρετε δʼ ὑμεῖς πᾶσαι· ἐμεῖο δὲ καὶ μετόπισθενμνήσασθʼ, ὁππότε κέν τις ἐπιχθονίων ἀνθρώπωνἐνθάδ’ ἀνείρηται ξεῖνος ταλαπείριος ἐλθών·ὦ κοῦραι, τίς δʼ ὔμμιν ἀνὴρ ἥδιστος ἀοιδῶνἐνθάδε πωλεῖται, καὶ τέῳ τέρπεσθε μάλιστα;ὑμεῖς δʼ εὖ μάλα πᾶσαι ὑποκρίνασθαι ἀφήμως·τυφλὸς ἀνήρ, οἰκεῖ δὲ Χίῳ ἔνι παιπαλοέσσῃτοῦ πᾶσαι μετόπισθεν ἀριστεύσουσιν ἀοιδαί.ἡμεῖς δʼ ὑμέτερον κλέος οἴσομεν, ὅσσον ἐπʼ αἶανἀνθρώπων στρεφόμεσθα πόλεις εὖ ναιεταώσας·οἳ δʼ ἐπὶ δὴ πείσονται, ἐπεὶ καὶ ἐτήτυμόν ἐστιν.αὐτὰρ ἐγὼν οὐ λήξω ἑκηβόλον Ἀπόλλωναὑμνέων ἀργυρότοξον, ὃν ἠύκομος τέκε Λητώ.ὦ ἄνα, καὶ Λυκίην καὶ Μῃονίην ἐρατεινὴνκαὶ Μίλητον ἔχεις, ἔναλον πόλιν ἱμερόεσσαν,αὐτὸς δʼ αὖ Δήλοιο περικλύστης περικλύστοιο μέγʼ ἀνάσσεις.εἶσι δὲ φορμίζων Λητοῦς ἐρικυδέος υἱὸςφόρμιγγι γλαφυρῇ πρὸς Πυθὼ πετρήεσσαν,ἄμβροτα εἵματʼ ἔχων τεθυωμένα· τοῖο δὲ φόρμιγξχρυσέου ὑπὸ πλήκτρου καναχὴν ἔχει ἱμερόεσσαν.ἔνθεν δὲ πρὸς Ὄλυμπον ἀπὸ χθονός, ὥστε νόημα,εἶσι Διὸς πρὸς δῶμα θεῶν μεθʼ ὁμήγυριν ἄλλων.αὐτίκα δʼ ἀθανάτοισι μέλει κίθαρις καὶ ἀοιδή·Μοῦσαι μέν θʼ ἅμα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇὑμνεῦσίν ῥα θεῶν δῶρʼ ἄμβροτα ἠδʼ ἀνθρώπωντλημοσύνας, ὅσʼ ἔχοντες ὑπʼ ἀθανάτοισι θεοῖσιζώουσʼ ἀφραδέες καὶ ἀμήχανοι, οὐδὲ δύνανταιεὑρέμεναι θανάτοιό τʼ ἄκος καὶ γήραος ἄλκαρ·αὐτὰρ ἐυπλόκαμοι Χάριτες καὶ ἐύφρονες ὯραιἉρμονίη θʼ Ἥβη τε Διὸς θυγάτηρ τʼ Ἀφροδίτηὀρχεῦντʼ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχουσαι·τῇσι μὲν οὔτʼ αἰσχρὴ μεταμέλπεται οὔτʼ ἐλάχεια,ἀλλὰ μάλα μεγάλη τε ἰδεῖν καὶ εἶδος ἀγητή,Ἄρτεμις ἰοχέαιρα ὁμότροφος Ἀπόλλωνι.