ἁρπάξας ἵπποισιν ἄγεν μεγάλα ἰάχουσαν.ἀλλά, θεά, κατάπαυε μέγαν γόον· οὐδέ τί σε χρὴμὰψ αὔτως ἄπλητον ἔχειν χόλον· οὔ τοι ἀεικὴςγαμβρὸς ἐν ἀθανάτοις Πολυσημάντωρ Ἀιδωνεύς,αὐτοκασίγνητος καὶ ὁμόσπορος· ἀμφὶ δὲ τιμὴνἔλλαχεν ὡς τὰ πρῶτα διάτριχα δασμὸς ἐτύχθη,τοῖς μεταναιετάειν, τῶν ἔλλαχε κοίρανος εἶναι.ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο· τοὶ δʼ ὑπʼ ὀμοκλῆςῥίμφα φέρον θοὸν ἅρμα τανύπτεροι ὥστʼ οἰωνοί.Τὴν δʼ ἄχος αἰνότερον καὶ κύντερον ἵκετο θυμόν·χωσαμένη δὴ ἔπειτα κελαινεφέι Κρονίωνινοσφισθεῖσα θεῶν ἀγορὴν καὶ μακρὸν Ὄλυμπονᾤχετʼ ἐπʼ ἀνθρώπων πόλιας καὶ πίονα ἔργαεἶδος ἀμαλδύνουσα πολὺν χρόνον· οὐδέ τις ἀνδρῶνεἰσορόων γίγνωσκε βαθυζώνων τε γυναικῶν,πρίν γʼ ὅτε δὴ Κελεοῖο δαΐφρονος ἵκετο δῶμα,ὃς τότʼ Ἐλευσῖνος θυοέσσης κοίρανος ἦεν.ἕζετο δʼ ἐγγὺς ὁδοῖο φίλον τετιημένη ἦτορ,Παρθενίῳ φρέατι, ὅθεν ὑδρεύοντο πολῖται,ἐν σκιῇ, αὐτὰρ ὕπερθε πεφύκει θάμνος ἐλαίης,γρηὶ παλαιγενέι ἐναλίγκιος, ἥτε τόκοιοεἴργηται δώρων τε φιλοστεφάνου Ἀφροδίτης,οἷαί τε τροφοί εἰσι θεμιστοπόλων βασιλήωνπαίδων καὶ ταμίαι κατὰ δώματα ἠχήεντα.τὴν δὲ ἴδον Κελεοῖο Ἐλευσινίδαο θύγατρεςἐρχόμεναι μεθʼ ὕδωρ εὐήρυτον, ὄφρα φέροιενκάλπισι χαλκείῃσι φίλα πρὸς δώματα πατρός,τέσσαρες, ὥστε θεαί, κουρήιον ἄνθος ἔχουσαι,Καλλιδίκη καὶ Κλεισιδίκη Δημώ τʼ ἐρόεσσαΚαλλιθόη θʼ, ἣ τῶν προγενεστάτη ἦεν ἁπασῶν·οὐδʼ ἔγνον· χαλεποὶ δὲ θεοὶ θνητοῖσιν ὁρᾶσθαι.ἀγχοῦ δʼ ἱστάμεναι ἔπεα πτερόεντα προσηύδων·τίς πόθεν ἐσσί, γρῆυ, παλαιγενέων ἀνθρώπων;τίπτε δὲ νόσφι πόληος ἀπέστιχες, οὐδὲ δόμοισιπίλνασαι; ἔνθα γυναῖκες ἀνὰ μέγαρα σκιόεντατηλίκαι, ὡς σύ περ ὧδε καὶ ὁπλότεραι γεγάασιν,αἵ κέ σε φίλωνται ἠμὲν ἔπει ἠδὲ καὶ ἔργῳ.ὣς ἔφαν· ἣ δʼ ἐπέεσσιν ἀμείβετο πότνα θεάων·τέκνα φίλʼ, αἵ τινές ἐστε γυναικῶν θηλυτεράων,χαίρετʼ· ἐγὼ δʼ ὑμῖν μυθήσομαι· οὔ τοι ἀεικὲς