ἀμβροσίαις κρήδεμνα δαΐζετο χερσὶ φίλῃσι,κυάνεον δὲ κάλυμμα κατʼ ἀμφοτέρων βάλετʼ ὤμων,σεύατο δʼ ὥστʼ οἰωνός, ἐπὶ τραφερήν τε καὶ ὑγρὴνμαιομένη· τῇ δʼ οὔτις ἐτήτυμα μυθήσασθαιἤθελεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων,οὔτʼ οἰωνῶν τις τῇ ἐτήτυμος ἄγγελος ἦλθεν.ἐννῆμαρ μὲν ἔπειτα κατὰ χθόνα πότνια Δηὼστρωφᾶτʼ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα,οὐδέ ποτʼ ἀμβροσίης καὶ νέκταρος ἡδυπότοιοπάσσατʼ ἀκηχεμένη, οὐδὲ χρόα βάλλετο λουτροῖς.ἀλλʼ ὅτε δὴ δεκάτη οἱ ἐπήλυθε φαινολὶς ἠώς,ἤντετό οἱ Ἑκάτη, σέλας ἐν χείρεσσιν ἔχουσακαί ῥά οἱ ἀγγελέουσα ἔπος φάτο φώνησέν τε·πότνια Δημήτηρ, ὡρηφόρε, ἀγλαόδωρε,τίς θεῶν οὐρανίων ἠὲ θνητῶν ἀνθρώπωνἥρπασε Περσεφόνην καὶ σὸν φίλον ἤκαχε θυμόν;φωνῆς γὰρ ἤκουσʼ, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν,ὅστις ἔην· σοὶ δʼ ὦκα λέγω νημερτέα πάντα.ὣς ἄρʼ ἔφη Ἑκάτη· τὴν δʼ οὐκ ἠμείβετο μύθῳῬείης ἠυκόμου θυγάτηρ, ἀλλʼ ὦκα σὺν αὐτῇἤιξʼ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα.Ἠέλιον δʼ ἵκοντο, θεῶν σκοπὸν ἠδὲ καὶ ἀνδρῶν,στὰν δʼ ἵππων προπάροιθε καὶ εἴρετο δῖα θεάων·ἠέλιʼ, αἴδεσσαί με θεὰν σύ περ, εἴ ποτε δή σευἢ ἔπει ἢ ἔργῳ κραδίην καὶ θυμὸν ἴηνα·κούρην τὴν ἔτεκον, γλυκερὸν θάλος, εἴδεϊ κυδρήν,τῆς ἀδινὴν ὄπʼ ἄκουσα διʼ αἰθέρος ἀτρυγέτοιοὥστε βιαζομένης, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν.ἀλλά, σὺ γὰρ δὴ πᾶσαν ἐπὶ χθόνα καὶ κατὰ πόντοναἰθέρος ἐκ δίης καταδέρκεαι ἀκτίνεσσι,νημερτέως μοι ἔνισπε φίλον τέκος, εἴ που ὄπωπας,ὅστις νόσφιν ἐμεῖο λαβὼν ἀέκουσαν ἀνάγκῃοἴχεται ἠὲ θεῶν ἢ καὶ θνητῶν ἀνθρώπων.ὣς φάτο· τὴν δʼ Ὑπεριονίδης ἠμείβετο μύθῳ·Ῥείης ἠυκόμου θύγατερ, Δήμητερ ἄνασσα,εἰδήσεις· δὴ γὰρ μέγα σʼ ἅζομαι ἠδʼ ἐλεαίρωἀχνυμένην περὶ παιδὶ τανυσφύρῳ· οὐδέ τις ἄλλοςαἴτιος ἀθανάτων, εἰ μὴ νεφεληγερέτα Ζεύς,ὅς μιν ἔδωκʼ Ἀίδῃ θαλερὴν κεκλῆσθαι ἄκοιτιναὐτοκασιγνήτῳ· ὃ δʼ ὑπὸ ζόφον ἠερόεντα