Δήμητρʼ ἠύκομον, σεμνὴν θεόν, ἄρχομʼ ἀείδειν,αὐτὴν ἠδὲ θύγατρα τανύσφυρον, ἣν Ἀιδωνεὺςἥρπαξεν, δῶκεν δὲ βαρύκτυπος εὐρύοπα Ζεύς,νόσφιν Δήμητρος χρυσαόρου, ἀγλαοκάρπου,παίζουσαν κούρῃσι σὺν Ὠκεανοῦ βαθυκόλποιςἄνθεά τʼ αἰνυμένην, ῥόδα καὶ κρόκον ἠδʼ ἴα καλὰλειμῶνʼ ἂμ μαλακὸν καὶ ἀγαλλίδας ἠδʼ ὑάκινθοννάρκισσόν θʼ, ὃν φῦσε δόλον καλυκώπιδι κούρῃΓαῖα Διὸς βουλῇσι χαριζομένη Πολυδέκτῃ,θαυμαστὸν γανόωντα· σέβας τό γε πᾶσιν ἰδέσθαιἀθανάτοις τε θεοῖς ἠδὲ θνητοῖς ἀνθρώποις·τοῦ καὶ ἀπὸ ῥίζης ἑκατὸν κάρα ἐξεπεφύκει·κὦζʼ ἥδιστʼ ὀδμή, πᾶς τʼ οὐρανὸς εὐρὺς ὕπερθενγαῖά τε πᾶσʼ ἐγέλασσε καὶ ἁλμυρὸν οἶδμα θαλάσσης.ἣ δʼ ἄρα θαμβήσασʼ ὠρέξατο χερσὶν ἅμʼ ἄμφωκαλὸν ἄθυρμα λαβεῖν· χάνε δὲ χθὼν εὐρυάγυιαΝύσιον ἂμ πεδίον, τῇ ὄρουσεν ἄναξ Πολυδέγμωνἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός.ἁρπάξας δʼ ἀέκουσαν ἐπὶ χρυσέοισιν ὄχοισινἦγʼ ὀλοφυρομένην· ἰάχησε δʼ ἄρʼ ὄρθια φωνῇ,κεκλομένη πατέρα Κρονίδην ὕπατον καὶ ἄριστον.οὐδέ τις ἀθανάτων οὐδὲ θνητῶν ἀνθρώπωνἤκουσεν φωνῆς, οὐδʼ ἀγλαόκαρποι ἐλαῖαι†εἰ μὴ Περσαίου θυγάτηρ ἀταλὰ φρονέουσαἄιεν ἐξ ἄντρου, Ἑκάτη λιπαροκρήδεμνος,Ἠέλιός τε ἄναξ, Ὑπερίονος ἀγλαὸς υἱός,κούρης κεκλομένης πατέρα Κρονίδην· ὃ δὲ νόσφινἧστο θεῶν ἀπάνευθε πολυλλίστῳ ἐνὶ νηῷ,δέγμενος ἱερὰ καλὰ παρὰ θνητῶν ἀνθρώπων.τὴν δʼ ἀεκαζομένην ἦγεν Διὸς ἐννεσίῃσιπατροκασίγνητος, Πολυσημάντωρ Πολυδέγμων,ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός.ὄφρα μὲν οὖν γαῖάν τε καὶ οὐρανὸν ἀστερόενταλεῦσσε θεὰ καὶ πόντον ἀγάρροον ἰχθυόεντααὐγάς τʼ ἠελίου, ἔτι δʼ ἤλπετο μητέρα κεδνὴνὄψεσθαι καὶ φῦλα θεῶν αἰειγενετάων,τόφρα οἱ ἐλπὶς ἔθελγε μέγαν νόον ἀχνυμένης περ·ἤχησαν δʼ ὀρέων κορυφαὶ καὶ βένθεα πόντουφωνῇ ὑπʼ ἀθανάτῃ· τῆς δʼ ἔκλυε πότνια μήτηρ.ὀξὺ δέ μιν κραδίην ἄχος ἔλλαβεν, ἀμφὶ δὲ χαίταις