ὑμῖν εἰρομένῃσιν ἀληθέα μυθήσασθαι.Δωσὼ ἐμοί γʼ ὄνομʼ ἐστί· τὸ γὰρ θέτο πότνια μήτηρ.νῦν αὖτε Κρήτηθεν ἐπʼ εὐρέα νῶτα θαλάσσηςἤλυθον οὐκ ἐθέλουσα, βίῃ δʼ ἀέκουσαν ἀνάγκῃἄνδρες ληιστῆρες ἀπήγαγον. οἳ μὲν ἔπειτανηὶ θοῇ Θόρικόνδε κατέσχεθον, ἔνθα γυναῖκεςἠπείρου ἐπέβησαν ἀολλέες ἠδὲ καὶ αὐτοί,δεῖπνόν τʼ ἐπηρτύνοντο παρὰ πρυμνήσια νηός·ἀλλʼ ἐμοὶ οὐ δόρποιο μελίφρονος ἤρατο θυμός·λάθρη δʼ ὁρμηθεῖσα διʼ ἠπείροιο μελαίνηςφεῦγον ὑπερφιάλους σημάντορας, ὄφρα κε μή μεἀπριάτην περάσαντες ἐμῆς ἀποναίατο τιμῆς.οὕτω δεῦρʼ ἱκόμην ἀλαλημένη, οὐδέ τι οἶδα,ἥ τις δὴ γαῖʼ ἐστι καὶ οἵ τινες ἐγγεγάασιν.ἀλλʼ ὑμῖν μὲν πάντες Ὀλύμπια δώματʼ ἔχοντεςδοῖεν κουριδίους ἄνδρας, καὶ τέκνα τεκέσθαι,ὡς ἐθέλουσι τοκῆες· ἐμὲ δʼ αὖτʼ οἰκτείρατε, κοῦραι.τοῦτο δέ μοι σαφέως ὑποθήκατε, ὄφρα πύθωμαι,προφρονέως, φίλα τέκνα, τέων πρὸς δώμαθʼ ἵκωμαιἀνέρος ἠδὲ γυναικός, ἵνα σφίσιν ἐργάζωμαιπρόφρων, οἷα γυναικὸς ἀφήλικος ἔργα τέτυκται·καί κεν παῖδα νεογνὸν ἐν ἀγκοίνῃσιν ἔχουσακαλὰ τιθηνοίμην καὶ δώματα τηρήσαιμικαί κε λέχος στορέσαιμι μυχῷ θαλάμων εὐπήκτωνδεσπόσυνον καί κʼ ἔργα διδασκήσαιμι γυναῖκας.φῆ ῥα θεά· τὴν δʼ αὐτίκʼ ἀμείβετο παρθένος ἀδμής,Καλλιδίκη, Κελεοῖο θυγατρῶν εἶδος ἀρίστη·μαῖα, θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃτέτλαμεν ἄνθρωποι· δὴ γὰρ πολὺ φέρτεροί εἰσι.ταῦτα δέ τοι σαφέως ὑποθήσομαι ἠδʼ ὀνομήνωἀνέρας οἷσιν ἔπεστι μέγα κράτος ἐνθάδε τιμῆςδήμου τε προὔχουσιν ἰδὲ κρήδεμνα πόληοςεἰρύαται βουλῇσι καὶ ἰθείῃσι δίκῃσιν·ἠμὲν Τριπτολέμου πυκιμήδεος ἠδὲ Διόκλουἠδὲ Πολυξείνου καὶ ἀμύμονος Εὐμόλποιοκαὶ Δολίχου καὶ πατρὸς ἀγήνορος ἡμετέροιο,τῶν πάντων ἄλοχοι κατὰ δώματα πορσαίνουσι·τάων οὐκ ἄν τίς σε κατὰ πρώτιστον ὀπωπὴνεἶδος ἀτιμήσασα δόμων ἀπονοσφίσσειεν,ἀλλά σε δέξονται· δὴ γὰρ θεοείκελός ἐσσι.