τῇσιν δʼ ἐγγύθεν ἦλθʼ Ἑκάτη λιπαροκρήδεμνος·πολλὰ δʼ ἄρʼ ἀμφαγάπησε κόρην Δημήτερος ἁγνήν·ἐκ τοῦ οἱ πρόπολος καὶ ὀπάων ἔπλετʼ ἄνασσα.ταῖς δὲ μέτʼ ἄγγελον ἧκε βαρύκτυπος εὐρύοπα ΖεὺςῬείην ἠύκομον, Δημήτερα κυανόπεπλονἀξέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰςδωσέμεν, ἅς κεν ἕλοιτο μετʼ ἀθανάτοισι θεοῖσι·νεῦσε δέ οἱ κούρην ἔτεος περιτελλομένοιοτὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠερόεντα,τὰς δὲ δύω παρὰ μητρὶ καὶ ἄλλοις ἀθανάτοισιν.ὣς ἔφατʼ· οὐδʼ ἀπίθησε θεὰ Διὸς ἀγγελιάων.ἐσσυμένως δʼ ἤιξε κατʼ Οὐλύμποιο καρήνων,ἐς δʼ ἄρα Ῥάριον ἷξε, φερέσβιον οὖθαρ ἀρούρηςτὸ πρίν, ἀτὰρ τότε γʼ οὔτι φερέσβιον, ἀλλὰ ἕκηλονἑστήκει πανάφυλλον· ἔκευθε δʼ ἄρα κρῖ λευκὸνμήδεσι Δήμητρος καλλισφύρου· αὐτὰρ ἔπειταμέλλεν ἄφαρ ταναοῖσι κομήσειν ἀσταχύεσσινἦρος ἀεξομένοιο, πέδῳ δʼ ἄρα πίονες ὄγμοιβρισέμεν ἀσταχύων, τὰ δʼ ἐν ἐλλεδανοῖσι δεδέσθαι.ἔνθʼ ἐπέβη πρώτιστον ἀπʼ αἰθέρος ἀτρυγέτοιο·ἀσπασίως δʼ ἴδον ἀλλήλας, κεχάρηντο δὲ θυμῷ.τὴν δʼ ὧδε προσέειπε Ῥέη λιπαροκρήδεμνος·δεῦρο τέκος, καλέει σε βαρύκτυπος εὐρύοπα Ζεὺςἐλθέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰςδωσέμεν, ἅς κʼ ἐθέλῃσθα μετʼ ἀθανάτοισι θεοῖσι.νεῦσε δέ σοι κούρην ἔτεος περιτελλομένοιοτὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠερόεντα,τὰς δὲ δύω παρὰ σοί τε καὶ ἄλλοις ἀθανάτοισιν.ὣς ἄρʼ ἔφη τελέεσθαι· ἑῷ δʼ ἐπένευσε κάρητι.ἀλλʼ ἴθι, τέκνον ἐμόν, καὶ πείθεο, μηδέ τι λίηνἀζηχὲς μενέαινε κελαινεφέι Κρονίωνι.αἶψα δὲ καρπὸν ἄεξε φερέσβιον ἀνθρώποισιν.ὣς ἔφατʼ. οὐδʼ ἀπίθησεν ἐυστέφανος Δημήτηρ·αἶψα δὲ καρπὸν ἀνῆκεν ἀρουράων ἐριβώλων·πᾶσα δὲ φύλλοισίν τε καὶ ἄνθεσιν εὐρεῖα χθὼνἔβρισʼ· ἣ δὲ κιοῦσα θεμιστοπόλοις βασιλεῦσιδεῖξεν Τριπτολέμῳ τε Διοκλεῖ τε πληξίππῳΕὐμόλπου τε βίῃ Κελεῷ θʼ ἡγήτορι λαῶνδρησμοσύνην θʼ ἱερῶν καὶ ἐπέφραδεν ὄργια πᾶσι,Τριπτολέμῳ τε Πολυξείνῳ, ἐπὶ τοῖς δὲ Διοκλεῖ