οἰκήσεις ὡρέων τρίτατον μέρος εἰς ἐνιαυτόν,τὰς δὲ δύω παρʼ ἐμοί τε καὶ ἄλλοις ἀθανάτοισιν.ὁππότε δʼ ἄνθεσι γαῖʼ εὐώδεσιν εἰαρινοῖσιπαντοδαποῖς θάλλῃ, τόθʼ ὑπὸ ζόφου ἠερόεντοςαὖτις ἄνει μέγα θαῦμα θεοῖς θνητοῖς τʼ ἀνθρώποις.εἶπε δὲ πῶς σʼ ἥρπαξεν ὑπὸ ζόφον ἠερόεντακαὶ τίνι σʼ ἐξαπάτησε δόλῳ κρατερὸς Πολυδέγμων;τὴν δʼ αὖ Περσεφόνη περικαλλὴς ἀντίον ηὔδα·τοιγὰρ ἐγώ τοι, μῆτερ, ἐρέω νημερτέα πάντα·εὖτέ μοι Ἑρμῆς ἦλθʼ ἐριούνιος ἄγγελος ὠκὺςπὰρ πατέρος Κρονίδαο καὶ ἄλλων Οὐρανιώνων,ἐλθεῖν ἐξ Ἐρέβευς, ἵνα μ’ ὀφθαλμοῖσιν ἰδοῦσαλήξαις ἀθανάτοισι χόλου καὶ μήνιος αἰνῆς,αὐτίκʼ ἐγὼν ἀνόρουσʼ ὑπὸ χάρματος· αὐτὰρ ὃ λάθρῃἔμβαλέ μοι ῥοιῆς κόκκον, μελιηδέʼ ἐδωδήν,ἄκουσαν δὲ βίῃ με προσηνάγκασσε πάσασθαι.ὡς δέ μʼ ἀναρπάξας Κρονίδεω πυκινὴν διὰ μῆτινᾤχετο πατρὸς ἐμοῖο, φέρων ὑπὸ κεύθεα γαίης,ἐξερέω, καὶ πάντα διίξομαι, ὡς ἐρεείνεις.ἡμεῖς μὲν μάλα πᾶσαι ἀνʼ ἱμερτὸν λειμῶνα,Λευκίππη Φαινώ τε καὶ Ἠλέκτρη καὶ Ἰάνθηκαὶ Μελίτη Ἰάχη τε Ῥόδειά τε Καλλιρόη τεΜηλόβοσίς τε Τύχη τε καὶ Ὠκυρόη καλυκῶπιςΧρυσηίς τʼ Ἰάνειρά τʼ Ἀκάστη τʼ Ἀδμήτη τεκαὶ Ῥοδόπη Πλουτώ τε καὶ ἱμερόεσσα Καλυψὼκαὶ Στὺξ Οὐρανίη τε Γαλαξαύρη τʼ ἐρατεινὴΠαλλάς τʼ ἐγρεμάχη καὶ Ἄρτεμις ἰοχέαιρα,παίζομεν ἠδʼ ἄνθεα δρέπομεν χείρεσσʼ ἐρόεντα,μίγδα κρόκον τʼ ἀγανὸν καὶ ἀγαλλίδας ἠδʼ ὑάκινθονκαὶ ῥοδέας κάλυκας καὶ λείρια, θαῦμα ἰδέσθαι,νάρκισσόν θʼ, ὃν ἔφυσʼ ὥς περ κρόκον εὐρεῖα χθών.αὐτὰρ ἐγὼ δρεπόμην περὶ χάρματι· γαῖα δʼ ἔνερθεχώρησεν· τῇ δʼ ἔκθορʼ ἄναξ κρατερὸς Πολυδέγμων·βῆ δὲ φέρων ὑπὸ γαῖαν ἐν ἅρμασι χρυσείοισιπόλλʼ ἀεκαζομένην· ἐβόησα δʼ ἄρʼ ὄρθια φωνῇ.ταῦτά τοι ἀχνυμένη περ ἀληθέα πάντʼ ἀγορεύω.ὣς τότε μὲν πρόπαν ἦμαρ ὁμόφρονα θυμὸν ἔχουσαιπολλὰ μάλʼ ἀλλήλων κραδίην καὶ θυμὸν ἴαινονἀμφαγαπαζόμεναι· ἀχέων δʼ ἀπεπαύετο θυμός.γηθοσύνας δʼ ἐδέχοντο παρʼ ἀλλήλων ἔδιδόν τε.