σεμνά, τά τʼ οὔπως ἔστι παρεξίμεν οὔτε πυθέσθαιοὔτʼ ἀχέειν· μέγα γάρ τι θεῶν σέβας ἰσχάνει αὐδήν.ὄλβιος, ὃς τάδʼ ὄπωπεν ἐπιχθονίων ἀνθρώπων·ὃς δʼ ἀτελὴς ἱερῶν ὅς τʼ ἄμμορος, οὔποθʼ ὁμοίωναἶσαν ἔχει φθίμενός περ ὑπὸ ζόφῳ ἠερόεντι.αὐτὰρ ἐπειδὴ πάνθʼ ὑπεθήκατο δῖα θεάων,βάν ῥʼ ἴμεν Οὔλυμπόνδε θεῶν μεθʼ ὁμήγυριν ἄλλων.ἔνθα δὲ ναιετάουσι παραὶ Διὶ τερπικεραύνῳσεμναί τʼ αἰδοῖαί τε· μέγʼ ὄλβιος, ὅν τινʼ ἐκεῖναιπροφρονέως φίλωνται ἐπιχθονίων ἀνθρώπων·αἶψα δέ οἱ πέμπουσιν ἐφέστιον ἐς μέγα δῶμαΠλοῦτον, ὃς ἀνθρώποις ἄφενος θνητοῖσι δίδωσιν.ἀλλʼ ἄγʼ Ἐλευσῖνος θυοέσσης δῆμον ἔχουσακαὶ Πάρον ἀμφιρύτην Ἀντρῶνά τε πετρήεντα,πότνια, ἀγλαόδωρʼ, ὡρηφόρε, Δηοῖ ἄνασσα,αὐτὴ καὶ κούρη περικαλλὴς Περσεφόνεια·πρόφρονες ἀντʼ ᾠδῆς βίοτον θυμήρεʼ ὄπαζε.αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομʼ ἀοιδῆς.