ἐσσυμένως δʼ ἐκέλευσε δαΐφρονι Περσεφονείῃ·ἔρχεο, Περσεφόνη, παρὰ μητέρα κυανόπεπλονἤπιον ἐν στήθεσσι μένος καὶ θυμὸν ἔχουσα,μηδέ τι δυσθύμαινε λίην περιώσιον ἄλλων·οὔ τοι ἐν ἀθανάτοισιν ἀεικὴς ἔσσομʼ ἀκοίτης,αὐτοκασίγνητος πατρὸς Διός· ἔνθα δʼ ἐοῦσαδεσπόσσεις πάντων ὁπόσα ζώει τε καὶ ἕρπει,τιμὰς δὲ σχήσησθα μετʼ ἀθανάτοισι μεγίστας.τῶν δʼ ἀδικησάντων τίσις ἔσσεται ἤματα πάντα,οἵ κεν μὴ θυσίῃσι τεὸν μένος ἱλάσκωνταιεὐαγέως ἔρδοντες, ἐναίσιμα δῶρα τελοῦντες.ὣς φάτο· γήθησεν δὲ περίφρων Περσεφόνεια,καρπαλίμως δʼ ἀνόρουσʼ ὑπὸ χάρματος· αὐτὰρ ὅ γʼ αὐτὸςῥοιῆς κόκκον ἔδωκε φαγεῖν μελιηδέα λάθρῃ,ἀμφὶ ἓ νωμήσας, ἵνα μὴ μένοι ἤματα πάντααὖθι παρʼ αἰδοίῃ Δημήτερι κυανοπέπλῳ.ἵππους δὲ προπάροιθεν ὑπὸ χρυσέοισιν ὄχεσφινἔντυεν ἀθανάτους Πολυσημάντωρ Ἀιδωνευς.ἣ δʼ ὀχέων ἐπέβη, πάρα δὲ κρατὺς Ἀργειφόντηςἡνία καὶ μάστιγα λαβὼν μετὰ χερσὶ φίλῃσισεῦε διὲκ μεγάρων· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.ῥίμφα δὲ μακρὰ κέλευθα διήνυσαν· οὐδὲ θάλασσαοὔθʼ ὕδωρ ποταμῶν οὔτʼ ἄγκεα ποιήενταἵππων ἀθανάτων οὔτʼ ἄκριες ἔσχεθον ὁρμήν,ἀλλʼ ὑπὲρ αὐτάων βαθὺν ἠέρα τέμνον ἰόντες.στῆσε δʼ ἄγων, ὅθι μίμνεν ἐυστέφανος Δημήτηρ,νηοῖο προπάροιθε θυώδεος· ἣ δὲ ἰδοῦσαἤιξʼ, ἠύτε μαινὰς ὄρος κάτα δάσκιον ὕλῃ.Περσεφόνη δʼ ἑτέρωθεν ἐπεὶ ἴδεν ὄμματα καλὰμητρὸς ἑῆς κατʼ ἄρʼ ἥ γʼ ὄχεα προλιποῦσα καὶ ἵππουςἆλτο θέειν, δειρῇ δέ οἱ ἔμπεσε ἀμφιχυθεῖσα·τῇ δὲ φίλην ἔτι παῖδα ἑῇς μετὰ χερσὶν ἐχούσῃαἶψα δόλον θυμός τινʼ ὀίσατο, τρέσσε δʼ ἄρʼ αἰνῶςπαυομένη φιλότητος, ἄφαρ δʼ ἐρεείνετο μύθῳ·τέκνον, μή ῥά τι μοι σύ γε πάσσαο νέρθεν ἐοῦσαβρώμης; ἐξαύδα, μὴ κεῦθʼ, ἵνα εἴδομεν ἄμφω·ὣς μὲν γάρ κεν ἐοῦσα παρὰ στυγεροῦ Ἀίδαοκαὶ παρʼ ἐμοὶ καὶ πατρὶ κελαινεφέϊ Κρονίωνιναιετάοις πάντεσσι τετιμένη ἀθανάτοισιν.εἰ δʼ ἐπάσω, πάλιν αὖτις ἰοῦσʼ ὑπὸ κεύθεσι γαίης