εὗρεν δʼ ἐν νηῷ Δημήτερα κυανόπεπλονκαί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·Δήμητερ, καλέει σε πατὴρ Ζεὺς ἄφθιτα εἰδὼςἐλθέμεναι μετὰ φῦλα θεῶν αἰειγενετάων.ἄλλʼ ἴθι, μηδʼ ἀτέλεστον ἐμὸν ἔπος ἐκ Διὸς ἔστω.ὣς φάτο λισσομένη· τῇ δʼ οὐκ ἐπεπείθετο θυμός.αὖτις ἔπειτα πατὴρ μάκαρας θεοὺς αἰὲν ἐόνταςπάντας ἐπιπροΐαλλεν· ἀμοιβηδὶς δὲ κιόντεςκίκλησκον καὶ πολλὰ δίδον περικαλλέα δῶρατιμάς θʼ, †ἅς κʼ ἐθέλοιτο† μετʼ ἀθανάτοισιν ἑλέσθαι.ἀλλʼ οὔτις πεῖσαι δύνατο φρένας οὐδὲ νόημαθυμῷ χωομένης· στερεῶς δʼ ἠναίνετο μύθους.οὐ μὲν γάρ ποτʼ ἔφασκε θυώδεος Οὐλύμποιοπρίν γʼ ἐπιβήσεσθαι, οὐ πρὶν γῆς καρπὸν ἀνήσειν,πρὶν ἴδοι ὀφθαλμοῖσιν ἑὴν εὐώπιδα κούρην.αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε βαρύκτυπος εὐρύοπα Ζεύς,εἰς Ἔρεβος πέμψε χρυσόρραπιν Ἀργειφόντην,ὄφρʼ Ἀίδην μαλακοῖσι παραιφάμενος ἐπέεσσινἁγνὴν Περσεφόνειαν ὑπὸ ζόφου ἠερόεντοςἐς φάος ἐξαγάγοι μετὰ δαίμονας, ὄφρα ἑ μήτηρὀφθαλμοῖσιν ἰδοῦσα μεταλήξειε χόλοιο.Ἑρμῆς δʼ οὐκ ἀπίθησεν, ἄφαρ δʼ ὑπὸ κεύθεα γαίηςἐσσυμένως κατόρουσε λιπὼν ἕδος Οὐλύμποιο.τέτμε δὲ τόν γε ἄνακτα δόμων ἔντοσθεν ἐόντα,ἥμενον ἐν λεχέεσσι σὺν αἰδοίῃ παρακοίτι,πόλλʼ ἀεκαζομένῃ μητρὸς πόθῳ· ἣ δʼ ἀποτηλοῦἔργοις θεῶν μακάρων δεινὴν μητίσετο βουλήν.ἀγχοῦ δʼ ἱστάμενος προσέφη κρατὺς Ἀργειφόντης·Ἅιδη κυανοχαῖτα, καταφθιμένοισιν ἀνάσσων,Ζεύς με πατὴρ ἤνωγεν ἀγαυὴν Περσεφόνειανἐξαγαγεῖν Ἐρέβευσφι μετὰ σφέας, ὄφρα ἑ μήτηρὀφθαλμοῖσιν ἰδοῦσα χόλου καὶ μήνιος αἰνῆςἀθανάτοις λήξειεν· ἐπεὶ μέγα μήδεται ἔργον,φθῖσαι φῦλʼ ἀμενηνὰ χαμαιγενέων ἀνθρώπων,σπέρμʼ ὑπὸ γῆς κρύπτουσα, καταφθινύθουσα δὲ τιμὰςἀθανάτων· ἣ δʼ αἰνὸν ἔχει χόλον, οὐδὲ θεοῖσιμίσγεται, ἀλλʼ ἀπάνευθε θυώδεος ἔνδοθι νηοῦἧσται Ἐλευσῖνος κραναὸν πτολίεθρον ἔχουσα.ὣς φάτο· μείδησεν δὲ ἄναξ ἐνέρων Ἀιδωνεὺςὀφρύσιν, οὐδʼ ἀπίθησε Διὸς βασιλῆος ἐφετμῇς·