λάμπε θεᾶς, ξανθαὶ δὲ κόμαι κατενήνοθεν ὤμους,αὐγῆς δʼ ἐπλήσθη πυκινὸς δόμος ἀστεροπῆς ὥς·βῆ δὲ διὲκ μεγάρων· τῆς δʼ αὐτίκα γούνατʼ ἔλυντο,δηρὸν δʼ ἄφθογγος γένετο χρόνον, οὐδέ τι παιδὸςμνήσατο τηλυγέτοιο ἀπὸ δαπέδου ἀνελέσθαι.τοῦ δὲ κασίγνηται φωνὴν ἐσάκουσαν ἐλεινήν,κὰδ δʼ ἄρʼ ἀπʼ εὐστρώτων λεχέων θόρον· ἣ μὲν ἔπειταπαῖδʼ ἀνὰ χερσὶν ἑλοῦσα ἑῷ ἐγκάτθετο κόλπῳ·ἣ δʼ ἄρα πῦρ ἀνέκαιʼ· ἣ δʼ ἔσσυτο πόσσʼ ἁπαλοῖσιμητέρʼ ἀναστήσουσα θυώδεος ἐκ θαλάμοιο.ἀγρόμεναι δέ μιν ἀμφὶς ἐλούεον ἀσπαίρονταἀμφαγαπαζόμεναι· τοῦ δʼ οὐ μειλίσσετο θυμός·χειρότεραι γὰρ δή μιν ἔχον τροφοὶ ἠδὲ τιθῆναι.αἳ μὲν παννύχιαι κυδρὴν θεὸν ἱλάσκοντοδείματι παλλόμεναι, ἅμα δʼ ἠοῖ φαινομένηφινεὐρυβίῃ Κελεῷ νημερτέα μυθήσαντο,ὡς ἐπέτελλε θεά, καλλιστέφανος Δημήτηρ.αὐτὰρ ὅ γʼ εἰς ἀγορὴν καλέσας πολυπείρονα λαὸνἤνωγʼ ἠυκόμῳ Δημήτερι πίονα νηὸνποιῆσαι καὶ βωμὸν ἐπὶ προὔχοντι κολωνῷ.οἳ δὲ μάλʼ αἶψʼ ἐπίθοντο καὶ ἔκλυον αὐδήσαντος,τεῦχον δʼ, ὡς ἐπέτελλʼ. ὃ δʼ ἀέξετο δαίμονι ἶσος.αὐτὰρ ἐπεὶ τέλεσαν καὶ ἐρώησαν καμάτοιο,βάν ῥʼ ἴμεν οἴκαδʼ ἕκαστος· ἀτὰρ ξανθὴ Δημήτηρἔνθα καθεζομένη μακάρων ἀπὸ νόσφιν ἁπάντωνμίμνε πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός.αἰνότατον δʼ ἐνιαυτὸν ἐπὶ χθόνα πουλυβότειρανποίησʼ ἀνθρώποις καὶ κύντατον· οὐδέ τι γαῖασπέρμʼ ἀνίει, κρύπτεν γὰρ ἐυστέφανος Δημήτηρ·πολλὰ δὲ καμπύλʼ ἄροτρα μάτην βόες εἷλκον ἀρούραις·πολλὸν δὲ κρῖ λευκὸν ἐτώσιον ἔμπεσε γαίῃ·καί νύ κε πάμπαν ὄλεσσε γένος μερόπων ἀνθρώπωνλιμοῦ ὑπʼ ἀργαλέης, γεράων τʼ ἐρικυδέα τιμὴνκαὶ θυσιῶν ἤμερσεν Ὀλύμπια δώματʼ ἔχοντας,εἰ μὴ Ζεὺς ἐνόησεν ἑῷ τʼ ἐφράσσατο θυμῷ.Ἶριν δὲ πρῶτον χρυσόπτερον ὦρσε καλέσσαιΔήμητρʼ ἠύκομον, πολυήρατον εἶδος ἔχουσαν.ὣς ἔφαθʼ· ἣ δὲ Ζηνὶ κελαινεφέι Κρονίωνιπείθετο καὶ τὸ μεσηγὺ διέδραμεν ὦκα πόδεσσιν.ἵκετο δὲ πτολίεθρον Ἐλευσῖνος θυοέσσης,