νύκτας δὲ κρύπτεσκε πυρὸς μένει ἠύτε δαλὸνλάθρα φίλων γονέων· τοῖς δὲ μέγα θαῦμʼ ἐτέτυκτο,ὡς προθαλὴς τελέθεσκε· θεοῖσι γὰρ ἄντα ἐῴκει.καί κέν μιν ποίησεν ἀγήρων τʼ ἀθάνατόν τε,εἰ μὴ ἄρʼ ἀφραδίῃσιν ἐύζωνος Μετάνειρανύκτʼ ἐπιτηρήσασα θυώδεος ἐκ θαλάμοιοσκέψατο· κώκυσεν δὲ καὶ ἄμφω πλήξατο μηρὼδείσασʼ ᾧ περὶ παιδὶ καὶ ἀάσθη μέγα θυμῷκαί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·τέκνον Δημοφόων, ξείνη σε πυρὶ ἔνι πολλῷκρύπτει, ἐμοὶ δὲ γόον καὶ κήδεα λυγρὰ τίθησιν.ὣς φάτʼ ὀδυρομένη· τῆς δʼ ἄιε δῖα θεάων.τῇ δὲ χολωσαμένη καλλιστέφανος Δημήτηρπαῖδα φίλον, τὸν ἄελπτον ἐνὶ μεγάροισιν ἔτικτε,χείρεσσʼ ἀθανάτῃσιν ἀπὸ ἕθεν ἧκε πέδονδε,ἐξανελοῦσα πυρός, θυμῷ κοτέσασα μάλʼ αἰνῶς,καί ῥʼ ἄμυδις προσέειπεν ἐύζωνον Μετάνειραν·νήιδες ἄνθρωποι καὶ ἀφράδμονες οὔτʼ ἀγαθοῖοαἶσαν ἐπερχομένου προγνώμεναι οὔτε κακοῖο·καὶ σὺ γὰρ ἀφραδίῃσι τεῇς νήκεστον ἀάσθης.ἴστω γὰρ θεῶν ὅρκος, ἀμείλικτον Στυγὸς ὕδωρ,ἀθάνατόν κέν τοι καὶ ἀγήραον ἤματα πάνταπαῖδα φίλον ποίησα καὶ ἄφθιτον ὤπασα τιμήν·νῦν δʼ οὐκ ἔσθʼ ὥς κεν θάνατον καὶ κῆρας ἀλύξαι·τιμὴ δʼ ἄφθιτος αἰὲν ἐπέσσεται, οὕνεκα γούνωνἡμετέρων ἐπέβη καὶ ἐν ἀγκοίνῃσιν ἴαυσεν.ὥρῃσιν δʼ ἄρα τῷ γε περιπλομένων ἐνιαυτῶνπαῖδες Ἐλευσινίων πόλεμον καὶ φύλοπιν αἰνὴναἰὲν ἐν ἀλλήλοισιν συνάξουσʼ ἤματα πάντα.εἰμὶ δὲ Δημήτηρ τιμάοχος, ἥτε μέγιστονἀθανάτοις θνητοῖς τʼ ὄνεαρ καὶ χάρμα τέτυκται.ἀλλʼ ἄγε μοι νηόν τε μέγαν καὶ βωμὸν ὑπʼ αὐτῷτευχόντων πᾶς δῆμος ὑπαὶ πόλιν αἰπύ τε τεῖχοςΚαλλιχόρου καθύπερθεν ἐπὶ προὔχοντι κολωνῷ.ὄργια δʼ αὐτὴ ἐγὼν ὑποθήσομαι, ὡς ἂν ἔπειταεὐαγέως ἔρδοντες ἐμὸν νόον ἱλάσκοισθε.ὣς εἰποῦσα θεὰ μέγεθος καὶ εἶδος ἄμειψεγῆρας ἀπωσαμένη· περί τʼ ἀμφί τε κάλλος ἄητο·ὀδμὴ δʼ ἱμερόεσσα θυηέντων ἀπὸ πέπλωνσκίδνατο, τῆλε δὲ φέγγος ἀπὸ χροὸς ἀθανάτοιο