ἀλλʼ ἀγέλαστος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτοςἧστο πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός,πρίν γʼ ὅτε δὴ χλεύῃς μιν Ἰάμβη κέδνʼ εἰδυῖαπολλὰ παρασκώπτουσʼ ἐτρέψατο πότνιαν ἁγνήν,μειδῆσαι γελάσαι τε καὶ ἵλαον σχεῖν θυμόν·ἣ δή οἱ καὶ ἔπειτα μεθύστερον εὔαδεν ὀργαῖς.τῇ δὲ δέπας Μετάνειρα δίδου μελιηδέος οἴνουπλήσασʼ· ἣ δʼ ἀνένευσʼ· οὐ γὰρ θεμιτόν οἱ ἔφασκεπίνειν οἶνον ἐρυθρόν· ἄνωγε δʼ ἄρʼ ἄλφι καὶ ὕδωρδοῦναι μίξασαν πιέμεν γλήχωνι τερείνῃ.ἣ δὲ κυκεῶ τεύξασα θεᾷ πόρεν, ὡς ἐκέλευε·δεξαμένη δʼ ὁσίης ἕνεκεν πολυπότνια Δηώτῇσι δὲ μύθων ἦρχεν ἐύζωνος Μετάνειρα·χαῖρε, γύναι, ἐπεὶ οὔ σε κακῶν ἄπʼ ἔολπα τοκήωνἔμμεναι, ἀλλʼ ἀγαθῶν· ἐπί τοι πρέπει ὄμμασιν αἰδὼςκαὶ χάρις, ὡς εἴ πέρ τε θεμιστοπόλων βασιλήων.ἀλλὰ θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃτέτλαμεν ἄνθρωποι· ἐπὶ γὰρ ζυγὸς αὐχένι κεῖται.νῦν δʼ, ἐπεὶ ἵκεο δεῦρο, παρέσσεται ὅσσα τʼ ἐμοί περ.παῖδα δέ μοι τρέφε τόνδε, τὸν ὀψίγονον καὶ ἄελπτονὤπασαν ἀθάνατοι, πολυάρητος δέ μοί ἐστιν.εἰ τόν γε θρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο,ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράωνζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίην.τὴν δʼ αὖτε προσέειπεν ἐυστέφανος Δημήτηρ·καὶ σύ, γύναι, μάλα χαῖρε, θεοὶ δέ τοι ἐσθλὰ πόροιεν·παῖδα δέ τοι πρόφρων ὑποδέξομαι, ὥς με κελεύεις,θρέψω κοὔ μιν, ἔολπα, κακοφραδίῃσι τιθήνηςοὔτʼ ἄρʼ ἐπηλυσίη δηλήσεται οὔθʼ ὑποτάμνον·οἶδα γὰρ ἀντίτομον μέγα φέρτερον ὑλοτόμοιο,οἶδα δʼ ἐπηλυσίης πολυπήμονος ἐσθλὸν ἐρυσμόν.ὣς ἄρα φωνήσασα θυώδεϊ δέξατο κόλπῳχείρεσσʼ ἀθανάτῃσι· γεγήθει δὲ φρένα μήτηρ.ὣς ἣ μὲν Κελεοῖο δαΐφρονος ἀγλαὸν υἱὸνΔημοφόωνθʼ, ὃν ἔτικτεν ἐύζωνος Μετάνειρα,ἔτρεφεν ἐν μεγάροις· ὃ δʼ ἀέξετο δαίμονι ἶσος,οὔτʼ οὖν σῖτον ἔδων, οὐ θησάμενος γάλα μητρὸςἠματίη μὲν γὰρ καλλιστέφανος Δημήτηρχρίεσκʼ ἀμβροσίῃ ὡσεὶ θεοῦ ἐκγεγαῶταἡδὺ καταπνείουσα καὶ ἐν κόλποισιν ἔχουσα·