εἰ δʼ ἐθέλεις, ἐπίμεινον, ἵνα πρὸς δώματα πατρὸςἔλθωμεν καὶ μητρὶ βαθυζώνῳ Μετανείρῃεἴπωμεν τάδε πάντα διαμπερές, αἴ κέ σʼ ἀνώγῃἡμέτερόνδʼ ἰέναι μηδʼ ἄλλων δώματʼ ἐρευνᾶν.τηλύγετος δέ οἱ υἱὸς ἐνὶ μεγάρῳ εὐπήκτῳὀψίγονος τρέφεται, πολυεύχετος ἀσπάσιός τε.εἰ τόν γʼ ἐκθρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο,ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράωνζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίη.ὣς ἔφαθʼ· ἣ δʼ ἐπένευσε καρήατι· ταὶ δὲ φαεινὰπλησάμεναι ὕδατος φέρον ἄγγεα κυδιάουσαι.ῥίμφα δὲ πατρὸς ἵκοντο μέγαν δόμον, ὦκα δὲ μητρὶἔννεπον, ὡς εἶδόν τε καὶ ἔκλυον. ἣ δὲ μάλʼ ὦκαἐλθούσας ἐκέλευε καλεῖν ἐπʼ ἀπείρονι μισθῷ.αἳ δʼ ὥστʼ ἢ ἔλαφοι ἢ πόρτιες εἴαρος ὥρῃἅλλοντʼ ἂν λειμῶνα κορεσσάμεναι φρένα φορβῇ,ὣς αἳ ἐπισχόμεναι ἑανῶν πτύχας ἱμεροέντωνἤιξαν κοίλην κατʼ ἀμαξιτόν· ἀμφὶ δὲ χαῖταιὤμοις ἀίσσοντο κροκηίῳ ἄνθει ὁμοῖαι.τέτμον δʼ ἐγγὺς ὁδοῦ κυδρὴν θεόν, ἔνθα πάρος περκάλλιπον· αὐτὰρ ἔπειτα φίλου πρὸς δώματα πατρὸςἡγεῦνθʼ· ἣ δʼ ἄρʼ ὄπισθε φίλον τετιημένη ἦτορστεῖχε κατὰ κρῆθεν κεκαλυμμένη· ἀμφὶ δὲ πέπλοςκυάνεος ῥαδινοῖσι θεᾶς ἐλελίζετο ποσσίν.αἶψα δὲ δώμαθʼ ἵκοντο διοτρεφέος Κελεοῖο,βὰν δὲ διʼ αἰθούσης, ἔνθα σφίσι πότνια μήτηρἧστο παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖοπαῖδʼ ὑπὸ κόλπῳ ἔχουσα, νέον θάλος· αἳ δὲ παρ αὐτὴνἔδραμον· ἣ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἔβη ποσὶ καί ῥα μελάθρουκῦρε κάρη, πλῆσεν δὲ θύρας σέλαος θείοιο.τὴν δʼ αἰδώς τε σέβας τε ἰδὲ χλωρὸν δέος εἷλεν·εἶξε δέ οἱ κλισμοῖο καὶ ἑδριάασθαι ἄνωγεν.ἀλλʼ οὐ Δημήτηρ ὡρηφόρος, ἀγλαόδωρος,ἤθελεν ἑδριάασθαι ἐπὶ κλισμοῖο φαεινοῦ,ἀλλʼ ἀκέουσʼ ἀνέμιμνε κατʼ ὄμματα καλὰ βαλοῦσα,πρίν γʼ ὅτε δή οἱ ἔθηκεν Ἰάμβη κέδνʼ εἰδυῖαπηκτὸν ἕδος, καθύπερθε δʼ ἐπʼ ἀργύφεον βάλε κῶας.ἔνθα καθεζομένη προκατέσχετο χερσὶ καλύπτρην·δηρὸν δʼ ἄφθογγος τετιημένη ἧστʼ ἐπὶ δίφρου,οὐδέ τινʼ οὔτʼ ἔπεϊ προσπτύσσετο οὔτε τι ἔργῳ,