τοῦδʼ, οὔτε γὰρ νεῖκος ἥ[κει σέ τοιδᾴ[ο]υ μάχας οὐδʼ ἀξενό[ς που σέθενγλ[ῶ]σσαν μάταιός τ[ʼ ἀφʼ ἡμῶν θίγοι.μή με μὴ προψαλ[άξῃς κακοῖς,ἀλλʼ [εὐ]πετῶς μοι πρ[όφανον τὸ πρᾶγ-μʼ, ἐν [τ]όποις τοῖς[δε τίς νέρθε γᾶς ὧδʼ ἀγα-στῶς ἐγάρυσε θέσπιν αὐδά[ν.ταῦτʼ ἔστʼ ἐκείνων νῦν [ τρόπων πεπαίτερα,καὶ τοῖσδε θηρῶν ἐκπύ[θοιο μᾶλλον ἂνἀλκασμάτων δ[ειλῆ]ς [τε πειρατηρίωννύμφης· ἐμοὶ γὰ[ρ οὐ]κ [ἀρεστόν ἐστʼ ἔρινὀρθοψάλακτον εν [λ]όγο[ις]ιν [ἱστάναι.ἀλλʼ ἥσυχος πρόφαινε καὶ μ[ή]νυ[έ μοιὅτου μάλιστα πράγματος χρείαν ἔχεις.τόπων ἄνασσα τῶν[δ]ε, Κυλλήνης σθένος,ὅτου μὲν οὕνεκʼ ἦλθ[ο]ν, ὕστερον φράσω·τὸ φθέγμα δʼ ἡμῖν τοῦ[θʼ] ὅπερ φωνεῖ φράσονκαὶ τίς ποτʼ αὐτῷ δι[α]χαράσσεται βροτῶν.ὑμᾶς μὲν αὐτοὺς χρὴ τάδʼ εἰδέναι σαφῶςὡς εἰ φανεῖτε τὸν λ[ό]γον τὸν ἐξ ἐμοῦ,αὐτοῖσιν ὑμῖ[ν ζ]ημία πορίζεται·καὶ γὰρ κέκρυπτ[αι] τοὖργον ἐν [θ]ε[ῶ]ν ἕδραις,Ἥραν ὅπως μ[ὴ πύ]στ[ι]ς ἵξετα[ι] λόγου.Ζ[εὺ]ς γ[ὰρ] κρυφ[αίαν ἐς στέ]γην Ἀτλαντίδος[]εύσατο·[]υ []φιλας[] λήθῃ τῆς βαθυζώνου θεᾶς[κατὰ σπέ]ος δὲ παῖδʼ ἐφίτυσεν μόνον·[τοῦτον δὲ] χερσὶ ταῖς ἐμαῖς ἐγὼ τρέφω·[μητρὸς γ]ὰρ ἰσχὺς ἐν νόσῳ χειμάζεται·[κἀδεστ]ὰ καὶ ποτῆτα καὶ κοιμήματα[πρὸς σπ]αργάνοις μένουσα λικνῖτιν τροφὴν[ἐξευθ]ετίζω νύκτα καὶ καθʼ ἡμέραν.[ὁ δʼ α]ὔξεται κατʼ ἦμαρ οὐκ ἐπεικότα[μέγι]στος, ὥστε θαῦμα καὶ φόβος μʼ ἔχει.[οὔπω γ]ὰρ ἑκτὸν ἦμαρ ἐκπεφασμέν[ο]ς[γυίοι]ς ἐρείδει παιδὸς εἰς ἥβης ἀκμήν,[κἀξορ]μενίζει κοὐκέτι σχολάζεται[βλάστη·] τοιόνδε παῖδα θησαυρὸς στέγει.[δυσεύρε]τός [τʼ ἔτʼ] ἐστι τοῦ πατρὸς θέσει.