οὐ μενῶ.μένʼ, ε[ἰ] δύνᾳ.οὐκ ἔστιν. ἀλλʼ αὐτὸς σὺ ταῦθ[ʼ ὅπῃ θέλεις]ζήτει τε κἀξίχνευε καὶ πλού[τει λαβὼντὰς βοῦς τε κα[ὶ] τὸν χρυσὸν [ ]ε[μὴ πλεῖστ[ον] ἔτι ς[]ν [] χρόνον.ἀλλʼ οὔ τι μ[ή σοί] μ[ʼ ἐκλιπεῖν ἐφήσομαι]οὐδʼ ἐξυπελθ[εῖ]ν τ[οῦ πόνου πρίν γʼ ἂν σα]φῶςεἰδῶμεν ὅν[τινʼ] ἔ[νδον ἥδʼ ἔχει στέγη.]ἶὼ γ[φθέγ[μα ]ου[]ηδ[ μισ-]θο[ν δ]όμοισιν ὀλβίσῃς.ὁ [δʼ ο]ὐ φαν[εῖτ]αι τοῖσιν. ἀλλʼ ἐγὼ τάχαφ[έρ]ων κτύ[π]ον πέδορτον ἐξαναγκάσωπ[η]δήμασιν κραιπνοῖσι καὶ λακτίσμασινὥ[ς]τʼ εἰσακοῦσαι κεἰ λίαν κωφός τις ᾖ.θῆρες, τί [τό]νδε χλοερὸν ὑλώδη πάγονἔν[θ]ηρον ὡρμήθητε σὺν πολλῇ βοῇ;τίς ἥδε τέχνη; τίς μετάστασις πόνων,οὓς πρόσθεν εἶχες δεσπότῃ χάριν φέρων,ὑμεῖν ὃς αἰεὶ νεβρίνῃ καθημμέν[ο]ςδορᾷ χερ[ο]ῖν τε θύρς[ο]ν εὐπαλῆ φέρωνὄπισθεν εὐίαζετʼ ἀμφὶ τὸν θεὸνσὺν ἐγγόνοις νύμφαισι καὶ παίδων ὄχλῳ;νῦν δʼ ἀγνοῶ τὸ χρῆμα· ποῖ στροφαὶ νέωνμανιῶν στρέφουσι; θαῦμα γὰρ κατέκλ[υ]ονὁμοῦ πρέπον κέλευμά πως κυνηγετ[ῶ]νἐγγὺς μολόντων θηρὸς εὐναί[ου] τρο[φ]ῆς,ὁμοῦ δʼ ἂν αὖτι[ς ] αι φωρ[γλώσσης ἐτεινε[τʼ ε]ἰς κλοπὴν []έναι·αὖτις δʼ α[]τ[ ] μενων []ακηρυκ[]ι[] κηρυγμα [καὶ τ[α]ῦτʼ ἀφεῖσα σὺν ποδῶν λακ[τίσμασι[κ]ληδὼν ὁμοῦ πάμφυρ[τ]ʼ ἐγειτν[ία στέγῃ][καὶ] ταῦτʼ ἂν ἄλλως ἢ κλ[]μ[[φων]ῶν ἀκο[ύ]σασʼ ὧδε παραπεπαισμέν[ωνφ[]η[] νων ὑμᾶς νοσεῖννο[ς τί νύμφη]ν ἔτι ποε͂ιτʼ ἀναιτίαν;νύμφη βαθύζωνε π[αῦσαι χόλου ]