εἰ μὴ ʼνανοστήσαντες ἐξιχνεύσε[τετὰς βοῦς ὅπῃ βεβᾶσι καὶ τὸν βουκόλο[ν,κλαίοντες αὐτῇ δειλίᾳ ψοφή[ς]ετε.πάτερ, παρὼν αὐτός με συμποδηγέτε[ι,ἵνʼ εὖ κατείδῃς εἴ τίς ἐστι δειλία·γνώση[ι] γὰρ αὐτός, ἂν παρῇς, οὐδὲν λέγω[ν.ἐγὼ πα[ρ]ὼν αὐτός σε προσβιβῶ λόγῳ,κυνορτικὸν σύριγμα διακαλούμεν[ος.ἀλλʼ εἷʼ [ἐ]φίστω τριζύγης οἵμου βάσιν·ἐγὼ δʼ ἐν [ἔ]ργοις παρμένων σʼ ἀπευθυνῶ.ὗ ὗ ὗ, ψ ψ, ἆ ἆ. λέγʼ ὅ τι πονεῖς.τί μάτην ὑπέκλαγες, ὑπέκριγεςὑπό μʼ ἴδες; ἔχεταιἐν πρώτῳ τίς ὅδε τροπ[ῳ;ἔχει. ἐλήλυθεν, ἐλήλ[υθεν.ἐμὸς εἶ, ἀνάγου.δεῦτʼ ὤ, τίς ὅδε [ ]τηςὁ δράκις, ὁ γράπις, [ ][Ο]ὐρίας Οὐρίας, αδ[]κειςπαρέβης· μεθυ[ ]ὅ τι ποτε φερε[]ι[]νἔποχον ἔχει τι[ ]στίβος ὁδενες[ ]στράτιος, στράτ[ιος ]υ[]δεῦρʼ ἕπου· τ[]δρ[]ἔνι β[ο]ῦς ἔνι πονο[μὴ μεθῇ κρ[ο]κι [σὺ τί καλ[ὸ]ν ἐπιδ[ὅδε γʼ ἀγαθὸς ὁ τρε[κατὰ νόμον ἕπετα[ιἐφέπου, ἐφέπου μ[ὀπποποῖ· ἆ μιαρέ, γε[ἦ τάχʼ ὁπόταν ἀπίη[ιςἀπελεύθερος ὢν ολ [ἀλλὰ μὴ παραπλακ[ἔπ[ι]θʼ [ἔ]πεχʼ εἴσιθʼ ἴθι[τ[ὸ] δὲ πλάγιον ἔχομ[ενπάτερ, τί σιγᾷς; μῶν ἀληθ[ὲς εἴπομεν;οὐ[κ ε]ἰσακο[ύε]ις; ἦ κεκώφη[σαι, ψόφον;σί[γα·] τί ἔστιν;