πρὸς γῇ; τίς ὑμῶν ὁ τρόπος; οὐχὶ μανθάνω·[ἐ]χῖνος ὥς τις ἐν λόχμῃ κεῖσαι πεσών,[ἤ] τις πίθηκος κύβδα θυμαίνεις τινί.[τ]ί ταῦτα; ποῦ γῆς ἐμάθετʼ ἐν πο[ί]ῳ τόπῳ;ς[η]μήνατʼ, οὐ γὰρ ἴδρις εἰμὶ τοῦ τρόπου.ὕ [ὗ] ὕ ὗ.τ[ί τοῦτʼ ἰύζεις;] τίνα φοβῇ; τίνʼ εἰσορᾷς;τ[ί δεῖμʼ ὄπωπ]ας; τί ποτε βακχεύεις ἔχων;α[γχοῦ τις ἤχε]ι κέρχνος· ἱμείρει[ς] μαθεῖντ[ίς ἦν; τί σιγ]ᾶτʼ, ὦ πρ[ὸ τοῦ λαλίστ]ατοι;ς[ίγα μὲν οὖν.]τ[ίνʼ ἔστʼ ἐκεῖθε]ν ἁπονος[φίζ]εις ἔχων;ἄ[κουε δή.καλῶς ἀκούς[ω μηδεν]ὸς φωνὴν κλύων;ἐμοὶ πιθοῦ.ἐμ[ὸν] δίω[γμά γʼ οὐδα]μῶς ὀνήσετε.ἄκουσον αὖ τ[ο]ῦ χρ[ήμα]τ[ο]ς χρόνον τινά,[ο]ἵῳ ʼκπ[λ]αγέντες ἐν[θάδʼ] ἐξενίσμεθαψόφῳ, τὸν οὐδε[ὶ]ς π[ώπο]τʼ ἤκουσεν βροτῶν.τί μοι ψ[ό]φον; φοβ[εῖσθε] κα[ὶ] δειμαίνετε,μάλθης ἄναγνα σώ[μα]τʼ ἐκμεμαγμένακάκιστα θηρῶν ὀντ[ες, ἐ]ν [π]άσῃ σκιᾷφόβον βλέποντες, πάν[τα] δειματούμενοι,ἄνευρα κἀκόμιστα κἀνε[λε]ύθεραδιακονοῦντες, σώματʼ εἰ[ς]ιδ[ε]ῖν μόνονκα[ὶ γ]λῶσσα κα[ὶ] φάλητες. εἰ δέ που δέῃ,πιστοὶ λόγοισιν ὄντες ἔργα φεύγετε.τοιοῦ[δ]ε πατρός, ὦ κάκιστα θηρίων,οὗ πόλλʼ ἐφʼ ἥβης μνήματʼ ἀνδρείας ὕποκ[ε]ῖται παρʼ οἴκοις νυμφικοῖς ἠσκημένα,οὐκ εἰς φυγὴν κλίνοντος, οὐ δουλ[ο]υμένου,οὐδὲ ψόφοισι τῶν ὀρειτρόφων βοτῶν[π]τήσσοντος, ἀλλʼ α[κ]μαῖσιν ἐξει[ρ]γασμένου[ἃ] νῦν ὑφʼ ὑμῶν λάμ[πρʼ ὑ]πορρυπαίνεται[ψ]όφῳ νεώρει κόλακ[ι] ποιμένων π[ο]θέν,[ὃν] δὴ φοβεῖσθε παῖδες ὣς πρὶν εἰσιδεῖν,πλοῦτον δὲ χ[ρ]υσόφαντον ἐξαφίετε,ὃν Φοῖβος ὑμῖν εἶπε κ[ἀ]νεδέξατο,καὶ τὴν ἐλευθέρωσιν ἣν κατῄνεσενὑμῖν τε κἀμοί· ταῦτʼ ἀφέντες εὕδετε.